13
ὁ Θησεὺς τὸν Ἱππόλυτον, πατὴρ ὢν καὶ Ποσειδῶνος υἱός, διαβολαῖς πεισθεὶς ἀπέκτεινε καταρασάμενος. ὁ Πρίαμος πρότερον εὐδαιμονίᾳ διαφέρων καὶ τοσούτων ἐθνῶν καὶ τηλικούτου τόπου βασιλεύων, ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων διὰ τὸν υἱὸν καὶ τὴν ἀκρασίαν τὴν ἐκείνου πάντων ἀθλιώτατος ἐγένετο. καὶ οὗτοι μὲν ἐπίσημοι. πόσον δὲ οἴει πλῆθος ἐν ἑκάστῃ πόλει τῶν ἀφανῶν καὶ δημοτικῶν Ἀτρέων καὶ Θυεστῶν, τῶν μὲν καὶ ἀποκτιννύντων κρύφα, τῶν δὲ εἰς ἄλλα ἐπιβουλευόντων;
14
Ἀερόπας μέν γε καὶ Κλυταιμνήστρας καὶ Σθενεβοίας οὐδὲ εἰπεῖν ἔστιν ὅσαι. ἀλλὰ τὰ μὲν τοῦ γένους καὶ τῆς οἰκειότητος τοιαῦτα, τὰ δὲ τῶν ὅρκων ποῖα; ὁ Πάνδαρος ὤμοσε τῷ Μενελάῳ, ὥσπερ καὶ οἱ λοιποὶ Τρῶες, ἀλλ’ οὐδὲν ἧττον ἔτρωσεν αὐτόν. Τισσαφέρνης οὐκ ὤμοσε τοῖς περὶ Κλέαρχον; τί δέ; ὁ βασιλεὺς οὐχὶ καὶ τοὺς βασιλείους θεοὺς καὶ τὴν δεξιὰν ἀπέστειλε; Φίλιππος δὲ ὁ Μακεδὼν οὐ διετέλει καθάπερ ἄλλο τι τῶν εἰς τὸν πόλεμον εὐχρήστων καὶ τὴν ἐπιορκίαν παρεσκευασμένος καὶ δυσὶ τούτοις τὰς πόλεις αἱρῶν, τῷ τε παρασπονδεῖν καὶ τῷ τοὺς προδώσοντας παρασκευάζειν; τῷ παντὶ πρὸς ἐκεῖνον τὸν τρόπον οἰκειότερον ἔχων· τοῖς μὲν γὰρ προδόταις ἀργύριον ἦν ἀνάγκη διδόναι, τοῖς θεοῖς δὲ περὶ ὅρκων οὐθὲν ἐτέλει.