1
Δ. Ἐπίστασαί τινας ἤδη βλαβέντας ὑπὸ ἐχθρῶν; — Πῶς γὰρ οὔ; — Δ. Τί δέ; ὑπὸ τῶν καλουμένων φίλων καὶ συνήθων ἢ καὶ ὑπὸ συγγενῶν τινων, ἐνίους δὲ καὶ ὑπὸ τῶν ἔγγιστα, ἀδελφῶν ἢ υἱῶν ἢ πατέρων; — Ἔγωγε πολλούς. — Δ. Τίς οὖν ἡ αἰτία, δι᾽ ἣν οὐ μόνον οἱ ἐχθροὶ τοὺς ἐχθροὺς ἀδικοῦσιν, ἀλλὰ καὶ οἱ λεγόμενοι φίλοι ἀλλήλους καὶ νὴ Δία πολλοὶ καὶ τῶν οὕτως ἀναγκαίων; — Δῆλον ὡς ἡ κακία τῶν ἀνθρώπων, ὑφ’ ἧς ἕκαστος οἶμαι καὶ αὐτός ἐστιν αὑτῷ βλαβερός. — Δ. Πάντας ἄρα δεῖ τοὺς φίλους ἐπ’ ἴσης φυλάττεσθαι καὶ μὴ πιστεύειν μηδὲν μᾶλλον, κἂν φίλος ἢ συνήθης ἢ πρὸς αἵματος εἶναι δοκῇ; — Πάντας, ὡς ὁ λόγος οὗτός φησιν. — Δ. Οὐκοῦν ὀρθῶς ἔγραψεν ὁ τοῦτο γράψας τὸ ἔπος· νᾶφε καὶ μέμνασ̓ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν;
2
— Ἴσως ὀρδῶς. — Δ. Καὶ μὴν δῆλος ὁ ποιητὴς οὐ πρὸς τοὺς ἐχθροὺς ταῦτα ὑποτιθέμενος, ἀλλὰ πρὸς τοὺς νομιζομένους φίλους. οὐ γὰρ δὴ ὑφ’ ὧν τις μισούμενος ἐπίσταται, τούτοις ἂν ἐξουσίαν δοίη καθ’ αὑτοῦ. πῶς ἂν οὖν διακελεύοιτο ἀπιστεῖν, οἷς μηδεὶς πιστεύει; φέρε τοίνυν κἀκεῖνο ἴδωμεν· ὑπὸ τίνων πλείους ἀπολώλασι, πότερον ὑπὸ τῶν ὁμολογουμένων ἐχθρῶν ἢ τοὐναντίον ὑπὸ τῶν προσποιουμένων εἶναι φίλων; ἐγὼ μὲν γὰρ ὁρῶ καὶ τῶν πόλεων τῶν ἁλουσῶν πλείονας ὑπὸ τῶν προδοτῶν ἀπολομένας ἢ ὑπὸ τῶν πολεμίων εἰλημμένας κατὰ κράτος καὶ τῶν ἀνθρώπων πλείους τῷ παντὶ τοῖς φίλοις καὶ τοῖς συνήθεσιν ἐγκαλοῦντας τῶν αἰτιωμένων τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς·