1
Ἆρά γε τὸ πιστεύεσθαι τοῖς πιστευομένοις ἀγαθόν ἐστι καὶ τοιοῦτον οἷον τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ τιμᾶσθαι τοῖς τιμωμένοις καὶ ὑγιαίνουσι καὶ πλουτοῦσιν, αὐτοῖς ἐκείνοις τινὰ φέρον ὠφέλειαν; λέγω δὲ οἷον εἴ τις δημοσίᾳ τύχοι πιστευόμενος ὑπὸ τῆς αὑτοῦ πόλεως ἢ ἑτέρας στρατιὰν ἢ χρήματα ἢ τείχη, καθάπερ ἤδη πολλοὶ τὰ τοιαῦτα ἐπετράπησαν, οἱ δὲ καὶ αὐτὰς τὰς πόλεις μετὰ παίδων καὶ γυναικῶν εἰρήνης τε οὔσης καὶ πολέμου καταλαβόντος ἐνίοτε,
2
καὶ νὴ Δία εἴ τις ὑπ’ ἀνδρὸς βασιλέως ἢ τυράννου πιστεύοιτο χρυσίον ἢ ἀργύριον ἢ ναῦς ἢ ὅπλα ἢ ἀκρόπολιν ἢ ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παρ’ Εὐρυσθέως τὸ Ἄργος, ὅτε Εὐρυσθεὺς ἐπ’ Ἀθήνας ἐστρατεύετο, οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας· ὁ δὲ υἱὸς αὐτοῦ ὁ Ἀγαμέμνων, ἡνίκα ἐπὶ Τροίαν ἔπλει, μουσικῷ ἀνδρὶ ἐπίστευσε τὴν γυναῖκα καὶ τὴν οἰκίαν —