2
ἡγούμενοι προσήκειν τὴν στολὴν τῷ τοιοῦτόν τι πράττοντι. τούς γε μὴν καπήλους ἑκάστοτε ὁρῶντες πρὸ τῶν καπηλείων ἀνεζωσμένους οὐδέποτε τωθάζουσι, καταγελῷεν δ’ ἂν τοὐναντίον, εἰ μὴ οὕτως ἐνεσκευασμένοι εἶεν, ὡς οἰκείου τοῦ σχήματος ὑπάρχοντος τῇ ἐργασίᾳ, ἣν μεταχειρίζονται. ἐπειδὰν δέ τινα ἴδωσιν ἀχίτωνα ἐν ἱματίῳ κομῶντα τὴν κεφαλὴν καὶ τὰ γένεια, οὐχ οἷοί τέ εἰσι πρὸς τούτους τὴν ἡσυχίαν ἄγειν οὐδὲ σιγῇ παρέρχεσθαι, ἀλλ̓ ἐφίστανται καὶ ἐρεθίζουσι καὶ ἤτοι κατεγέλασαν ἢ ἐλοιδόρησαν καὶ ἐνίοτε ἕλκουσιν ἐπιλαβόμενοι, ὅταν τινὰ ὁρῶσι μὴ πάνυ ἐρρωμένον αὐτὸν μηδὲ ἄλλον μηδένα παρόντα τὸν ἐπιβοηθήσοντα, καὶ ταῦτα εἰδότες ὅτι τοῖς καλουμένοις φιλοσόφοις ξυνήθης ἐστὶν ἡ στολὴ αὕτη καὶ τρόπον τινὰ ἀποδεδειγμένη.
3
ὃ δὲ ἔτι τούτου παραδοξότερον· ἔνθα γὰρ ἐνίοτε βλέπουσιν ἀνθρώπους, τοὺς μέν τινας πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντας, ὡς νῦν τῶν Θρᾳκῶν τινες τῶν Γετῶν λεγομένων, πρότερον δὲ Λακεδαιμόνιοι καὶ Μακεδόνες, ἄλλους δὲ τιάραν καὶ ἀναξυρίδας, καθάπερ οἶμαι Πέρσαι τε καὶ Βάκτριοι καὶ Παρθυαῖοι καὶ ἄλλοι πολλοὶ τῶν βαρβάρων· οἱ δὲ ἔτι τούτων ἀτοπώτεροι εἰώθασιν ἐπιδημεῖν πτερὰ ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς ὀρθά, ὥσπερ Νασάμωνες — οὐκοῦν οὐδὲ τούτοις πάνυ τι τολμῶσι πράγματα παρέχειν οὐδ’ ἐνοχλεῖν προσιόντες. καίτοι Γέτας μὲν ἢ Πέρσας ἢ Νασάμωνας, τοὺς μὲν οὐ πολλοὺς βλέπουσι, τοὺς δὲ σπανίως ἐπιδημοῦντας·