5
διακονίας, ἅ φησι τοὺς χείρονας τοῖς ἀγαθοῖς διακονεῖσθαι. ταῦτα μὲν οὖν ἴσως Ἱππίας καὶ Ὀδυσσεὺς δεινὼ ἤστην· ἐγὼ δέ φημι τὸν φιλόσοφον τὰς μὲν τέχνας οὐχ οἷόν τε εἶναι πάσας εἰδέναι ʽχαλεπὸν γὰρ καὶ μίαν ἀκριβῶς ἐργάσασθαἰ ποιῆσαι δ’ ἂν ἅπαντα βέλτιον ὅ,τι ἄν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων, καὶ τὰ κατὰ τὰς τέχνας, ἂν ἄρα ἀναγκασθῇ ποτε ἅψασθαι τοιούτου τινός, οὐ κατὰ τὴν τέχνην διαφέροντα — τοῦτο γὰρ οὐχ οἷόν τε, τοῦ τέκτονος τὸν ἰδιώτην ἄμεινον ποιῆσαί τι κατὰ τὴν τεκτονικὴν ἢ τοῦ γεωργοῦ τὸν οὐκ ὄντα γεωργίας ἔμπειρον ἐν τῷ ποιεῖν τι τῶν γεωργικῶν ἐμπειρότερον φανῆναι — ποῦ δ’ ἂν διαφέροι;
6
τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν. αὐτίκα οὐ δοκεῖ μοι Δαίδαλος καλῶς εἰργάσθαι ἐν Κρήτῃ τὸν Λαβύρινθον, οὗ εἰσερχόμενοι ἀπώλλυντο οἱ πολῖται αὐτοῦ καὶ αἱ πολίτιδες· οὐ γὰρ δικαίως εἰργάσατο. συμπράττων δ’ αὖ τῇ νόσῳ τῆς Πασιφάης οὐκ ὀρθῶς εἰργάσατο· οὐ γὰρ συνέφερεν οὐδὲ ἦν δίκαιον οὐδὲ καλὸν τοιαῦτα συμπράττειν οὐδὲ μηχανὰς εὑρίσκειν ἐπὶ τὰ αἰσχρὰ καὶ ἀνόσια. οὐδὲ ὡς τὸν Ἴκαρον ἐπτέρωσεν, εἰ χρὴ πιστεύειν τῷ μύθῳ, καλῶς ἐξευρεῖν φημι τήνδε τήνδε τὴν μηχανήν· οὐ γὰρ δυνατὰ ἐμηχανᾶτο, πτέρυγας ἀνθρώπῳ προστιθείς.