8
οὐδὲ γὰρ ἐπιστήμην εἶναι νομίζουσι, καθ’ ἣν εἴσονται τί πρακτέον αὐτοῖς ἢ τί μὴ πρακτέον καὶ πῶς βιώσονται ὀρθῶς· ἀλλὰ τοὺς νόμους αὐτοῖς ἱκανοὺς εἶναι πρὸς τοῦτο τοὺς γεγραμμένους· ὅπως δὲ πείσονται τοῖς νόμοις καὶ ἑκόντες ποιήσουσι τὰ ἐκείνοις δοκοῦντα οὐδὲν φροντίζουσιν. καίτοι τί ἧττον ὁ φόβῳ τοῦ κλέπτειν ἀπεχόμενος δοκῶν, ἀλλὰ μὴ μισῶν τὸ πρᾶγμα καὶ καταγιγνώσκων, κλέπτης τῶν ὑφαιρουμένων ἐστίν; εἰ μὴ καὶ τὸν ἡμέρας οὐ κλέπτοντα, ἀλλὰ νυκτὸς γενομένης, κλέπτην οὐ φήσομεν ἐν τῇ ἡμέρᾳ, ἀλλὰ δίκαιον εἶναι. ἔπειτα δέονται πολλῶν τῶν ἀπειλούντων καὶ κολαζόντων, ὡς οὐ δυνάμενοι αὐτοὶ ἀπέχεσθαι τῶν ἀδικημάτων, ἀλλὰ καὶ οἴκοι ὄντες· τοιοῦτοι δὲ ὄντες αἱροῦνται τοὺς νομοθέτας καὶ κολάζουσι τοὺς νόμους ὥσπερ εἰ ἄμουσοι ὄντες ᾑροῦντο τοὺς μουσικοὺς καὶ οὐδὲν ἐπαΐοντες περὶ γεωμετρίας τοὺς γεωμέτρας.
9
σημεῖον δὲ τῆς πονηρίας τῆς τῶν ἀνθρώπων· εἰ γὰρ ἀνέλοιεν τοὺς νόμους καὶ ἄδεια γένοιτο τοῦ τύπτειν ἀλλήλους καὶ ἀποκτείνειν καὶ ἁρπάζειν τὰ τῶν πέλας καὶ μοιχεύειν καὶ λωποδυτεῖν, τίνας ἔσεσθαι οἰητέον τοὺς ἀφεξομένους τοῦ των καὶ μὴ πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν; καὶ τὸ νῦν γε οὐδὲν ἧττον λανθάνομεν μετὰ κλεπτῶν καὶ ἀνδραποδιστῶν καὶ μοιχῶν ζῶντες καὶ συμπολιτευόμενοι καὶ κατὰ τοῦτο οὐδὲν βελτίους τῶν θηρίων ἐσμέν· καὶ γὰρ ἐκεῖνα ἂν φοβηθῇ ἀνθρώπους φυλάττοντας ἢ κύνας, ἀπέχεται τοῦ ἁρπάζειν.
(53)ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ.