5
Δ. Τῆς γὰρ αὐτῆς ἡμέρας ὁτὲ μὲν λυποῖτ’ ἄν, ὁτὲ δὲ χαίροι. πρωῒ μὲν ἐπειδὰν ἴδῃ τὴν σκιὰν ἑωθινὴν πάνυ μακράν, τῶν τε κυπαρίττων καὶ τῶν ἐν τοῖς τείχεσι πύργων σχεδὸν μείζω, δῆλον ὅτι χαίροι ἂν ὡς αὐτὸς ἐξαπίνης γεγονὼς τοῖς Ἀλῳάδαις ἴσος καὶ εἰς τὴν ἀγορὰν βαδίζοι ἂν καὶ εἰς τὰ θέατρα καὶ πανταχόσε τῆς πόλεως, ὅπως ἂν ὑπὸ πάντων βλέποιτο. περὶ δὲ πλήθουσαν ἀγορὰν ἄρχοιτ’ ἂν σκυθρωπότερος αὑτοῦ γίγνεσθαι καὶ ἀναχωροίη. τῆς δὲ μεσημβρίας αἰσχύνοιτ̓ ἂν ὀφθῆναι ἀνθρώπων τινὶ καὶ ἔνδον μένοι ἂν ἐγκλεισάμενος, ἐπειδὰν ἐν τοῖς ποσὶ βλέπῃ τὴν σκιὰν· πάλιν δὲ περὶ δείλην ἀναλαμβάνοι ἂν αὑτὸν καὶ γαυρότερος φαίνοιτ’ ἂν ἀεὶ πρὸς ἑσπέραν.
6
— Πάνυ μοι δοκεῖς ἄτοπον διάθεσιν καὶ ἄνδρα διαπλάττειν ἠλίθιον. — Δ. Οὐκοῦν ὁ τῇ δόξῃ προσέχων οὐδέν τι βελτίων, ἀλλὰ πολὺ ἀθλιώτερος. πολλάκις γὰρ ἂν πλείους μεταβολὰς ἐν ἡμέρᾳ μιᾷ μεταβάλλοιτο, καίτοι οὐχ ὥσπερ ἐκεῖνος ἐν τεταγμέναις ὥραις τισίν, ἀλλὰ καὶ δείλης καὶ ἕωθεν οὐδὲν αὐτὸν κωλύσει μὴ δυστυχέστατον ἀνθρώπων εἶναι, νῦν μὲν φερόμενον καὶ πετόμενον ὑψηλότερον τῶν νεφῶν, ἂν τύχωσι μαρτυρήσαντες αὐτόν τινες καὶ ἐπαινέσαντες, νῦν δὲ συστελλόμενον καὶ ταπεινούμενον, πολὺ πλείους αὐξήσεις τε καὶ φθίσεις τῆς ψυχῆς αὐτοῦ λαμβανούσης, ἐμοὶ δοκεῖν, τῶν τῆς σελήνης.