3
Δ. Ὥστε οὐκ ἂν ἔτι πείθοιτο τῷ Δελφικῷ προσρήματι κελεύσαντι παντὸς μᾶλλον γιγνώσκειν αὑτόν; — Πῶς γὰρ ἄν πείθοιτο; — Δ. Οὔκουν οὐδὲ τῶν ἄλλων οὐδὲν εἴσεται πραγμάτων αὑτὸν ἀγνοῶν οὐδὲ δυνήσεται πρὸς ἀλήθειαν ἐξετάζειν αὑτοῦ πρώτου ἐσφαλμένος; — Παντάπασι μὲν οὖν. — Δ. Χαίρειν οὖν ἐάσει τιμὰς καὶ ἀτιμίας καὶ ψόγον τε καὶ ἔπαινον τὸν παρὰ τῶν ἠλιθίων ἀνθρώπων, ἐάν τε πολλοὶ τύχωσιν ὄντες ἐάν τε ὀλίγοι μέν, ἰσχυροὶ δὲ καὶ πλούσιοι. τὴν δέ γε καλουμένην δόξαν ἡγήσεται μηδὲν διαφέρειν σκιᾶς, ὁρῶν ὅτι γίγνεται τῶν μεγάλων μικρὰ καὶ τῶν μικρῶν μεγάλη· πολλάκις δὲ καὶ τῶν αὐτῶν ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων. —
4
Εὖ πάνυ δοκεῖς μοι προσεικάσαι. — Δ. Εἰ οὖν τις εἴη τοιοῦτος ἄνθρωπος οἷος ζῆν πρὸς τὴν αὑτοῦ σκιάν, ὥστε αὐξομένης μὲν αὐτῆς ἐπαίρεσθαι καὶ μεγαλαυχεῖσθαι καὶ τοῖς θεοῖς θύειν αὐτός τε καὶ τοὺς φίλους κελεύειν, βραχυτέρας δὲ γιγνομένης λυπεῖσθαί τε καὶ ὁρᾶσθαι ταπεινότερος, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ἐλάττων γίγνηται, καθάπερ αὐτὸς φθίνων, θαυμαστὴν ἂν οἶμαι παρέχοι διατριβήν. — Πολύ γε ἂν εἴη τοῦ Μαργίτου μωρότερος, ἀγνοοῦντος ὅ,τι χρὴ γήμαντα χρῆσθαι τῇ γυναικί. —