27
ἀλλὰ καὶ μύρον δεῖ καὶ αὐλητρίδα γενέσθαι καὶ μειράκιον ὡραῖον καὶ Φίλιππον τὸν γελωτοποιόν. λείπεται δὲ ἓν ἴσως, ὃ δεήσει γενέσθαι τὸν θέλοντα ἀρέσαι τοῖς πολλοῖς, ἀργύριον. οὔκουν, κἂν ἀργύριον γένηταί τις, εὐθὺς ἤρεσεν· ἀλλὰ δεῖ ῥάττεσθαι καὶ δάκνεσθαι. τί οὖν ἔτι διώκεις, ὦ κακόδαιμον, πρᾶγμα ἀκίχητον; οὔτε γὰρ μύρον οὔτε στέφανος οὔτε οἶνος σὺ γένοιό ποτ’ ἂν οὔτ’ ἀργύριον.
28
κἂν ἀργύριον γένηταί τις, χρυσίον ἐντιμότερον, κἂν χρυσίον, ἑψηθῆναι δεήσει. τὸ γὰρ ᾧ διαφέρει. τῶν πλουσίων ἕκαστος ἔοικε τῷ νομίσματι. καὶ γὰρ τοῦτο ἐπαινεῖ μὲν οὐδείς, χρῆται δὲ ἕκαστος τῶν λαβόντων· ἔπειτα ὑπὸ τῶν χρωμένων ἐκτρίβεται καὶ τελευταῖον ἐν τοῖς ἀδοκίμοις ἐγένετο. κἀκεῖνος εἰς τοὺς πένητας παρηγγυήθη καὶ τοὺς ἀδοκίμους, καὶ οὐδεὶς ἔτι τὸν τοιοῦτον προσίεται τῶν πρότερον τεθαυμακότων, ἀλλ’ οὐδὲ στρέψας ἀπορρίπτει.
29
ταῖς τῶν τραγῳδῶν Ἐρινύσιν ἔοικεν ἡ δόξα· τὸ μὲν γὰρ φαινόμενον αὐτῆς λαμπρὸν ὅμοιον τῇ λαμπάδι, τὴν δὲ μάστιγα τοῖς κρότοις τις ἂν οἶμαι καὶ τῇ βοῇ τῶν πολλῶν προσεικάσειε, τοῖς δὲ ὄφεσι τοὺς ἐνίοτε συρίττοντας. πολλάκις οὖν ἐν ἡσυχίᾳ τινὰ ὄντα καὶ μηδὲν ἔχοντα κακὸν ἁρπάσασα καὶ τῇ μάστιγι ψοφήσασα ἐξέβαλεν εἰς πανήγυρίν τινα ἤ θέατρον.
(50)ΠΕΡΙ ΔΟΞΗΣ ΔΕΥΤΕΡΟΣ.