25
ἀλλ’ ἐὰν μὲν ἐμβάλλῃς συνεχῶς εἰς τὴν ἀγοράν, ἀγοραῖος ἀκούσῃ καὶ συκοφάντης· ἐὰν δὲ τοὐναντίον φυλάττῃ τὸ τοιοῦτον καὶ μᾶλλον ᾖς κατ’ οἰκίαν καὶ πρὸς τοῖς ἑαυτοῦ, δειλὸς καὶ ἰδιώτης καὶ τὸ μηδέν· ἐὰν δὲ προνοῇ, εὐήθης καὶ μαλακός· ἐὰν δὲ ἐπ’ ἐργασίας ᾖς τινος, βάναυσος· ἐὰν σχολάζων περιπατῇς, ἀργός· ἐὰν ἐσθῆτα μαλακωτέραν ἀναλάβῃς, ἀλαζὼν καὶ τρυφερός· ἐὰν ἀνυπόδητος ἐν τριβωνίῳ, μαίνεσθαί σε φήσουσιν.
26
Σωκράτην διαφθείρειν τοὺς νέους ἔφασαν, εἰς τὸ θεῖον ἀσεβεῖν· καὶ οὐκ εἶπον ταῦτα μόνον· ἧττον γὰρ ἂν ἦν δεινὸν· ἀλλὰ καὶ ἀπέκτειναν αὐτόν, ἀνυποδησίας δίκην λαμβάνοντες. Ἀριστείδην ἐξωστράκισαν Ἀθηναῖοι, καίτοι πεπεισμένοι σαφῶς ὅτι δίκαιος ἦν. τί οὖν δεῖ δόξης ἐπιθυμεῖν, ἧς καὶ ἐὰν τύχῃ, πολλάκις οὐκ ἐπ’ ἀγαθῷ πολλάκις ἀπώνατο; δέον πολλάκις εὐλαβεῖσθαι, κἄν ἄρα συμβαίνῃ τινί τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενόμενον ἢ Θάσιον· εὐήθως, ὡς ἐμοὶ δοκεῖν. πολλάκις γὰρ οὐδὲ ἐν δείπνῳ δέκα ἀνθρώπων ὁ πλακοῦς ἤρεσε πᾶσιν, ἀλλ̓ ὁ μὲν ἕωλον εἶναί φησιν, ὁ δὲ θερμόν, ὁ δὲ λίαν γλυκύν· εἰ μὴ νὴ Δία Βίων φησὶν ὅτι καὶ θερμὸν πλακοῦντα καὶ ἕωλον δεῖ γενέσθαι καὶ ψυχρόν. καθόλου δὲ οὐ τοιοῦτόν ἐστι τὸ πρᾶγμα· πόθεν;