26
τὴν μὲν οὖν ἁπλότητα καὶ τὴν ἀλήθειαν ἡγεῖται βασιλικὸν καὶ φρόνιμον, τὴν δὲ πανουργίαν καὶ τὴν ἀπάτην ἀνόητον καὶ δουλοπρεπές, ὁρῶν ὅτι καὶ τῶν θηρίων τὰ δειλότατα καὶ ἀγεννέστατα, ἐκεῖνα καὶ ψεύδεται πάντων μάλιστα καὶ ἐξαπατᾷ.
27
φιλότιμος δὲ ὤν τὴν φύσιν καὶ εἰδὼς ὅτι τοὺς ἀγαθοὺς πεφύκασιν οἱ ἄνθρωποι τιμᾶν, ἧττον ἐλπίζει τιμᾶσθαι ἂν ὑπὸ ἀκόντων ἢ παρὰ μισούντων φιλίας τυγχάνειν. καὶ πολεμικὸς μὲν οὕτως ἐστὶν ὥστʼ ἐπʼ αὐτῷ εἶναι τὸ πολεμεῖν, εἰρηνικὸς δὲ οὕτως ὡς μηδὲν ἀξιόμαχον αὐτῷ λείπεσθαι. καὶ γὰρ δὴ καὶ τόδε οἶδεν, ὅτι τοῖς κάλλιστα πολεμεῖν παρεσκευασμένοις, τούτοις μάλιστα ἔξεστιν εἰρήνην ἄγειν.
28
φιλέταιρος δὲ καὶ φιλοπολίτης καὶ φιλοστρατιώτης ὁμοίως πέφυκεν· ὅστις μὲν γὰρ ὑπερόπτης τῶν στρατευομένων καὶ οὐδεπώποτε ἢ σπανίως ἑώρακε τοὺς ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας καὶ πονοῦντας, τὸν δὲ ἀνόνητον καὶ ἄνοπλον ὄχλον διατελεῖ θωπεύων, ὅμοιόν γε πέπονθε καθάπερ εἰ ποιμὴν τοὺς συμφυλάττοντας αὐτῷ κύνας ἀγνοοίη καὶ μήτε τροφὴν αὐτοῖς ὀρέγοι μήτε συναγρυπνήσειέ ποτε φυλάττουσιν· οὗτος γὰρ οὐ τὰ θηρία μόνον, ἀλλὰ καὶ τοὺς κύνας ἀναπείθει μὴ ἀπέχεσθαι τῆς ποίμνης.
29
ὅστις δὲ τοὺς μὲν στρατιώτας διαθρύπτει, μήτε γυμνάζων μήτε πονεῖν παρακελευόμενος, τῶν δὲ ἄλλων ἀνθρώπων ἠμέλησεν, ὅμοιός ἐστι κυβερνήτῃ τοὺς μὲν ναύτας διαφθείροντι πλησμονῇτε καὶ ὕπνῳ διʼ ἡμέρας, τῶν δʼ ἐπιβατῶν καὶ τῆς νεὼς ἀπολλυμένης οὐδὲν φροντίζοντι.