13
τί δὴ κακοδαιμονέστερον ἀνθρώπων ἐπ’ ἄλλοις κειμένων καὶ τὸν ἀπαντῶντα κύριον ἐχόντων, πρὸς ὃν ἀεὶ βλέπειν ἀνάγκη καὶ σκοπεῖν τὸ πρόσωπον ἑκάστου, καθάπερ τοῖς οἰκέταις τὸ τῶν δεσποτῶν; πᾶσα μὲν οὖν ἐστι δουλεία χαλεπή· τοὺς δὲ ἀπὸ τύχης ἐν οἰκίᾳ τοιαύτῃ δουλεύοντας, ἐν ᾗ δύο ἢ τρεῖς δεσπόται, καὶ ταῦτα ταῖς τε ἡλικίαις καὶ ταῖς φύσεσι διάφοροι ʽλέγω δὲ πρεσβύτης ἀνελεύθερος καὶ τούτου παῖδες νεανίσκοι πίνειν καὶ σπαθᾶν θέλοντεσ̓ τίς οὐκ ἂν τῶν ἄλλων οἰκετῶν ὁμολογήσειεν ἀθλιωτέρους, ὅταν τοσούτους δέῃ θεραπεύειν, καὶ τούτων ἕκαστον ἄλλο τι βουλόμενον καὶ προστάττοντα;
14
εἰ δέ τις δημόσιος οἰκέτης εἴη, πρεσβυτῶν ἢ νεανίσκων, πενήτων, πλουσίων, ἀσώτων, φιλαργύρων, ποῖός τις ἂν ὁ τοιοῦτος εἴη; οἶμαι δὲ, εἴ τις ἐν τοιαύτῃ πόλει χρήματα ἔχων ἠναγκάζετο βιοῦν, ἐν ᾗ πᾶσιν ἐξῆν ἁρπάζειν τὰ τοῦ πέλας καὶ μηδεὶς νόμος ἐκώλυε, παραχρῆμα ἂν ἀπέστη τῶν χρημάτων, εἰ καὶ φιλαργυρίᾳ τοὺς πώποτε ὑπερβεβλήκει. τοῦτο δὴ νῦν ἐπὶ τῆς δόξης ἐστίν. ἐφεῖται γὰρ εἰς ταύτην τῷ βουλομένῳ τινὰ βλάπτειν καὶ πολίτῃ καὶ ξένῳ καὶ μετοίκῳ.