8
φασὶ πολλοὶ τὴν τύχην ἄκριτον εἶναι καὶ πονηροῖς ἀνθρώποις προσμένειν, τῶν χρηστῶν δὲ ἀμελεῖν, ὅταν ὁρῶσι τοὺς ἠξιωμένους τῶν παρ’ ἐκείνης ἀγαθῶν βαρεῖς ὄντας καὶ δυσχρήστους καὶ ἀγεννεῖς. δοκεῖ δέ μοι ἡ τύχη πρὸς αὐτοὺς δίκαια ἂν εἰπεῖν ὅτι φύσει φιλάνθρωπος οὖσα ἀεί τισι πάρεστιν ἡμῶν, οὐχ αἱρουμένη τοὺς ἀξίους οὐδὲ τοὺς πονηρούς, ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι. δεῖν οὖν τὴν αὑτῶν αἰτιᾶσθαι φύσιν, μὴ τὴν ἐκείνης, ὅτι τοιοῦτοι καθεστήκασιν,
9
ὥστε ὁ μὲν ἐνδεῶς ἔτι πράττων εὐθὺς ἄξιος εἶναι δοκεῖ βέλτιον ἀπαλλάττειν, ὅτῳ δ’ ἂν ὑπάρξῃ τὰ παρ’ αὐτῆς ἀγαθά, εὐθὺς μοχθηρὸς πέφηνεν. ἔστι γὰρ ὅμοιον ὥσπερ εἴ τις, ἀγγείων πολλῶν ὄντων, μηδενὸς δὲ ὑγιοῦς, τὸν εἰς αὐτὰ ἐγχέοντα ψέγοι βλέπων ῥέον ἀεὶ τὸ πληρούμενον. εἴποι γὰρ ἄν, Ἀλλ’ ἔστι πάντα τοιαῦτα· ἕως δ’ ἂν ᾖ κενά, λανθάνει.
10
θαυμάζω πῶς ποτε οἱ πολλοὶ τὴν τύχην φασὶν ἐπικίνδυνον εἶναι καὶ μηδὲν τῶν παρ’ αὐτῆς ὑπάρχειν βέβαιον. ἐκείνη γὰρ ἐπειδάν τινι δῷ τὰ παρ’ αὑτῆς ἀγαθά ʽταῦτα δ’ ἐστὶ χρήματα, ἰσχύς, δόξα, τιμαἴ τούτοις οὐδένα κωλύει χρῆσθαι κατὰ τρόπον καὶ νὴ Δία γε εἰς τἀσφαλὲς αὑτοῖς κατατίθεσθαι, λέγω δὲ οὐκ εἰς τὴν οἰκίαν ἔνδον οὐδ’ εἰς τὸ ταμιεῖον οὐδὲ κλεῖς ἐφιστάντας καὶ μοχλούς ʽοὐ φυλάττεται γὰρ ὑπὸ τούτων οὐδὲν τῶν παρ’ αὐτῆσ̓ ἀλλ’ εἰς εὔνοιαν ἀνθρώπων, πατρίδος εὐεργεσίαν, φίλων βοήθειαν.