1
Οἱ σφόδρα τῇ τύχῃ πεπιστευκότες καὶ τῇ παρουσίᾳ ταύτης ἐπαιρόμενοι δοκοῦσί μοι κάλλιστα συνηγορεῖν αὐτῇ καὶ παρασκευάζειν ὅπως ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται. τοὐναντίον γὰρ ἅπαντες τῇ βαρύτητι τῶν εὐτυχούντων δυσχεραίνοντες καὶ τὴν ὕβριν αὐτῶν μεμισηκότες ὅταν καταλίπῃ τινὰ αὐτῶν, ἐπαινοῦσι καί φασι δικαίαν αὐτοῖς γεγονέναι τὴν μεταβολήν. δεῖ δὲ τοὺς νοῦν ἔχοντας οὕτως χρῆσθαι τοῖς αὐτομάτοις ἀγαθοῖς ὥστε ὑπαρχόντων μὲν αὐτῶν μηδένα ἐγκαλεῖν, ἐὰν δὲ παύσηταί ποτε, μηδένα ἐφήδεσθαι.
2
τῷ παντὶ γὰρ κρεῖττόν ἐστιν ἐνδεῶς πράττοντα ἀγαπᾶσθαι καὶ δοκεῖν πᾶσι παρὰ τὴν ἀξίαν ἀπαλλάττειν ἢ τοὐναντίον εὐτυχοῦντα μισεῖσθαι καὶ προσέτι καὶ τῇ τύχῃ γίγνεσθαι βλασφημίας αἴτιον, ὡς τοὺς πονηροὺς ἀντὶ τῶν χρηστῶν εὐεργετεῖν προαιρουμένῃ. οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων τοὺς βαρέως χρωμένους τοῖς ἐκ τῆς τύχης ὑπάρχουσι πονηροὺς μὲν εἷναί φασι καὶ τῶν ἀγαθῶν ἀναξίους, οὐ μὴν ἀτυχεῖς γε εἰώθασι λέγειν· ἐμοὶ δὲ τοὐναντίον οὗτοι δοκοῦσι πάντων ἀτυχέστατοι καθεστηκέναι.
3
τὸ γὰρ ἐκ τῶν νομιζομένων ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφημίας δὲ καὶ μίσους ἀπολαύειν πρὸς τῷ τὴν αὑτοῦ κακίαν γνωριμωτέραν πᾶσι ποιεῖν, πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; διόπερ οἶμαι τοῖς ἀνοήτοις λυσιτελεῖ τῷ παντὶ μᾶλλον ἐνδεῶς πράττειν καὶ μήτε ἐξουσίας μήτε πλούτου μήτε τῶν τοιούτων μηδενὸς τυγχάνειν. ταπεινοὶ μὲν γὰρ ὄντες λανθάνειν τοὺς πολλοὺς ἔμελλον, ὁποῖοι κατὰ τρόπον ὑπάρχουσιν, ἀρθέντες δὲ ὑπὸ τῆς τύχης ἐπίσημον τὴν πονηρίαν ἔσχον.