22
τί δὲ δεῖ λέγειν τοὺς διαδεξαμένους τὴν βασιλείαν ἢ τοὺς ἐπ’ ἐκείνοις γενομένους καὶ τὰ ἀλαζονικὰ αὐτῶν ὀνόματα, κεραυνοὺς καὶ πολιορκητὰς καὶ ἀετοὺς καὶ θεούς; ὧν τὸν μὲν ὁ θάνατος ἤλεγξεν· ὁ δὲ ὑψηλοτέραν εὗρε τὴν τύχην, καίτοι πεζὴν δοκῶν· ὁ δὲ πολιορκητὴς Δημήτριος αἰχμάλωτος γενόμενος ἐξ οἴνου καὶ μέθης ἀτίμως ἀπέθανεν, ὑπὸ τῆς τύχης πολιορκούμενος. τί οὖν οἱ τύραννοι μέγα φρονοῦσιν ἐπὶ τοῖς τείχεσι; τί δὲ Ἀμφίων ᾅδει; τί δὲ Δηιόκης πονεῖ; τί δὲ Σεμίραμις οἰκοδομεῖ; τί δὲ ὁ Ἀπόλλων μισθαρνεῖ; τί δὲ μετὰ τοῦ λέοντος Μήλης τὸ τεῖχος περιέρχεται; κρατήσει γὰρ Μήδων Κῦρος καὶ Βαβυλωνίων Ζώπυρος καὶ Σάρδεων Μάρδος καὶ Τροίας ὁ ἵππος.
23
μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον, εἶπέ τις, ἡ τύχη. αὕτη καὶ Πίνδαρον εὗρεν ἐκκείμενον ἐν Βοιωτίᾳ καὶ Τήλεφον ἐν Ἀρκαδίᾳ καὶ τοὺς βασιλεῖς Ῥωμαίων ἐν Ἰταλίᾳ· καὶ τῷ μὲν ἔπεμψε μελίττας, τοῖς δὲ ποιμένας, Τηλέφῳ δὲ ἔλαφον, Κύρῳ δὲ ἢ κύνα ἢ γυναῖκα. Εὐμένης ἦν ἁμαξέως υἱός, ἀλλ’ ὅμως βασιλεὺς ἐγένετο, Ἡρακλῆς Ἀλεξάνδρου παῖς, ἀλλ’ οὐκ ἐβασίλευσεν· ἄταφος γοῦν Ὀλυμπιάδι ἐκομίσθη, καὶ πενθήσασα αὐτὸν καὶ αὐτὴ ἐτελεύτησεν ἡ μήτηρ τοῦ θεοῦ.
24
Δαρείου δὲ ἡ μήτηρ καὶ Ἀλέξανδρον προσεκύνησε καὶ τὸ ἀτιμότερον Ἡφαιστίωνα. τί δὲ ὁ Λιβύων βασιλεύς; οὐ πεντακοσίας μὲν πόλεις Ῥωμαίων ἐπόρθησεν; ἐπάρας δὲ τὸν χιτῶνα τὸν αὑτοῦ τοῖς πολίταις ἔδειξε Ῥωμαϊκῶν σφραγίδων ἀνάπλεων, ὧν ἑκάστην εἶχεν ἀπὸ πολεμίων σκῦλον ὑπ̓ αὐτοῦ πεφονευμένων; ταῦτα δὲ πάντα δράσας ἀτίμως ἀπέθανε, μάτην πολλὰ φιλονικήσας πρὸς τὴν τύχην.