20
οὐκ ἔφερεν υἱὸς Φιλίππου λεγόμενος, τοῦ Διὸς κατεψεύδετο, τῶν Διοσκόρων κατεφρόνει, τὸν Διόνυσον ἐλοιδόρει, καίτοι γε ἀφθόνως οὕτως αὐτοῦ τοῖς δώροις χρώμενος· ἀπέκτεινε δὲ καὶ Κλεῖτον τὸν σοφεν καὶ Φιλώταν τὸν καλὸν καὶ τὸν γέροντα Παρμενίωνα καὶ τὸν διδάσκαλον Καλλισθένην καὶ Αριστοτέλην ἐμέλλησε καὶ Ἀντίπατρον ἐβουλεύσατο. τοιγαροῦν ζῶντα αὐτὸν ὁμολογεῖν ἠνάγκασεν ὅτι ἄνθρωπος ἦν.
21
τρωθεὶς γοῦν πρὸς τοὺς φίλους, Ἀλλὰ τοῦτό γε οὐκ ἰχώρ ἐστιν, ἔφη, τὸ ῥέον, ἀλλὰ αἷμα ἀληθινόν. ἀποθνῄσκων δὲ καὶ πάνυ ὡμολόγησε μεγάλην τινὰ οὖσαν καὶ ἀνίκητον ὡς ἀληθῶς τὴν τύχην. ἐκεῖνος γοῦν ὁ ἐκφυγὼν καὶ τὸ Θηβαίων ὁπλιτικὸν καὶ τὸ Θεσσαλῶν ἱππικὸν καὶ τοὺς ἀκοντιστὰς Αἰτωλοὺς καὶ τοὺς μαχαιροφόρους Θρᾷκας καὶ τοὺς μαχίμους Πέρσας καὶ τὸ τῶν ἀμάχων Μήδων γένος καὶ ὄρη μεγάλα καὶ ποταμοὺς ἀδιαβάτους καὶ κρημνοὺς ἀνυπερβάτους καὶ Δαρεῖον καὶ Πῶρον καὶ πολλὰ ἄλλα ἐθνῶν καὶ βασιλέων ὀνόματα, ἐν Βαβυλῶνι ἄνευ μάχης καὶ τραυμάτων ὁ στρατιώτης ἔθνῃσκε.