10
ὦ παῖ Μνησαρχίδου, ποιητὴς μὲν ἦσθα, σοφὸς δὲ οὐδαμῶς. οὔτε γὰρ πίττῃ τὴν ψυχὴν οὔτε σχοινίοις ἐπιτρέπουσιν οὔτε τριδάκτυλον αὐτοὺς σῴζει ξύλον πεύκινον, ἀλλ’ ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι τῇ τύχῃ. ἀσθενὲς μὲν πλοῦτος, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία, μὴ συλλαμβανούσης τύχης. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ τῶν χιλίων νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆς σχεδίας φερόμενον.
11
τί δέδοικας, ὦ δειλέ; τὸ μῆκος τῆς θαλάττης φοβῇ; ὄψεται μέν σε ὁ Ποσειδῶν καὶ παρακαλέσει τοὺς ἀνέμους καὶ τὴν τρίαιναν λήψεται καὶ πάσας ὀροθυνεῖ τὰς ἀέλλας, οὐκ ἀποκτενεῖ δὲ σέ. ἡ τύχη γὰρ οὐ βούλεται. οὕτως νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον, εἰσόκεν ἀνθρώποισι διοτρεφέεσσι μιγείης.
12
θεοῦ λόγος ὑπὸ τύχης νενικημένου. αὕτη καὶ τὸ τῶν ὑμετέρων προγόνων ἦν ἀρχαῖον γένος, τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων, μητέρα μὲν τὴν γῆν αὐχοῦντας, τροφὸν δὲ τὴν Δήμητρα, ἐπώνυμον δὲ καὶ σύμμαχον τὴν Ἀθηνᾶν, τὸ μὲν γὰρ πρῶτον τῶν Ἀθηνῶν εἰς Εὔβοιαν ἐξήγαγεν· ὡς δ’ ἐκεῖ μένοντας αὐτοὺς οὔτε ἡ θάλασσα τέρπειν οὔτε ἡ γῆ τρέφειν ἐδύνατο, καὶ οὐδὲ τὸ αἰσχρὸν ἔφερον τοῦ πράγματος, ἀντ’ ἠπειρωτῶν νησιῶται γενόμενοι, δεύτερον ἡ τύχη κρεῖσσον ἐβουλεύσατο.