2
ἤδη δέ τινα καὶ τῶν ἰδίων παθῶν τῇ τύχῃ προφέρουσιν, ἡ Μήδεια τὸν ἔρωτα, ὁ Μίδας τὴν εὐχήν, ἡ Φαίδρα τὴν διαβολήν, ὁ Ἀλκμαίων, ὅτι ἐπλανᾶτο, ὁ Ὀρέστης, ὅτι ἐμαίνετο. ἐρῶ δὲ ὑμῖν τινα καὶ Κύπριον λόγον, εἰ βούλεσθε. ἤνεγκεν ὁ παλαιὸς βίος καὶ ἐνδόξους γυναῖκας, Ῥοδογούνην πολεμικήν, Σεμίραμιν βασιλικήν, Σαπφὼ μουσικήν, Τιμάνδραν καλήν· οὕτω καὶ ἐν Κύπρῳ Δημώνασσα ἐγένετο, πολιτική τε ὁμοῦ γυνὴ καὶ νομοθετική.
3
τρεῖς ἔθηκεν αὕτη τοῖς Κυπρίοις νόμους· τὴν μοιχευθεῖσαν κειραμένην πορνεύεσθαι· θυγάτηρ αὐτῆς ἐμοιχεύθη καὶ τὴν κόμην ἀπεκείρατο κατὰ τὸν νόμον καὶ ἐπορνεύετο. τὸν αὑτὸν ἀποκτείναντα ἄταφον ῥίπτεσθαι· δεύτερος οὗτος Δημωνάσσης νόμος· τρίτος ὥστε μὴ ἀποκτεῖναι βοῦν ἀρότριον. δυοῖν δὲ αὐτῇ παίδων ἀρρένων ὄντων, ὁ μὲν ἐπὶ τῷ βοῦν ἀποκτεῖναι ἀπέθανε· τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν.
4
ἡ δὲ τέως μὲν ἐκαρτέρει καὶ ἄπαις οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆς ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰς αὐτὸν ἥλατο. καὶ ἦν ἐκεῖ πύργος ἀρχαῖος ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸς ἀσφάλειαν τοῦ ἱδρύματος καὶ πρὸς μίμημα τοῦ διηγήματος· ἐπιγραφὴ δὲ ἐπί τινος στήλης πλησίον, σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ’ οὐκ εὐτυχής.