3
ὁ δὲ ἀγαθὸς ἄρχων, ὥσπερ σύ, τἀναντία ἐπιτηδεύει· οὐδενὸς μὲν ἐπιθυμεῖ διὰ τὸ πάντα οἴεσθαι ἔχειν, φείδεται δὲ τῶν ἡδονῶν διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς, δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἅτε πᾶσι παρέχων τὴν δικαιοσύνην, ἥδεται δὲ τοῖς πόνοις, ὅτι ἑκὼν πονεῖ, ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικε. καὶ ταῦτα ὀρθῶς ὑπολαμβάνει. τίνι μὲν γὰρ φρονήσεως δεῖ πλείονος ἢ τῷ περὶ τοσούτων βουλευομένῳ; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ᾧ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας μείζονος ἢ τῷ πάντα σῴζοντι;
4
καὶ τοίνυν τῷ μὲν ἄλλων ἄρξοντι πολλῶν τοῦτο μὲν δαπάνης δεῖ παμπόλλης, τοῦτο δὲ στρατοπέδων καὶ πεζικῶν καὶ ἱππικῶν, ἔτι δὲ τειχῶν καὶ νεῶν καὶ μηχανημάτων, εἰ μέλλει καθέξειν μὲν τοὺς ὑπηκόους, ἀμυνεῖσθαι δὲ τοὺς πολεμίους· ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι. τὸ δὲ αὑτοῦ κρατεῖν πάντων ἀδαπανώτατον καὶ ἀπραγμονέστατόν ἐστι καὶ ἀκινδυνότατον· οὔτε γὰρ πολυδάπανος οὔτε ἐργώδης οὔτε ἐπισφαλὴς ὁ τοῦ ἐγκρατοῦς ἀνθρώπου βίος· ἀλλ’ ὅμως τοιοῦτον ὂν πάντων χαλεπώτατον πέφυκεν.
5
ἐπεὶ Σαρδανάπαλλος ἐκεῖνος ὁ θρυλούμενος εἶχε μὲν Νίνον, εἶχε δὲ Βαβυλῶνα, τὰς μεγίστας τῶν πρότερον γεγενημένων πόλεων, ὑπήκουε δὲ αὐτῷ πάντα τὰ ἔθνη τὰ νεμόμενα τὴν ἑτέραν ἤπειρον μέχρι τῶν ἀοικήτων τῆς γῆς λεγομένων· βασιλείας δὲ οὐδὲν ἦν αὐτῷ προσῆκον, οὐ μᾶλλον ἢ τῶν σηπομένων τινὶ νεκρῶν. βουλεύεσθαι μὲν γὰρ ἢ δικάζειν ἢ στρατηγεῖν οὔτε ἐβούλετο οὔτε ἐδύνατο.