2
καὶ γὰρ οὖν ἔχει τι παραπλήσιον ὁ νοῦς τῇ ὄψει· ὡς ἐκείνη διεφθαρμένη μὲν οὐδὲν οὐδὲ τῶν πλησιαίτατα ὁρᾷ, ὑγιὴς δὲ οὖσα μέχρις οὐρανοῦ τε καὶ ἀστέρων ἐξικνεῖται· ταὐτὸ δὴ τοῦτο ἡ μὲν τοῦ φρονίμου διάνοια καὶ πάντας ἀνθρώπους ἱκανὴ γίγνεται διοικεῖν, ἡ δὲ τοῦ ἄφρονος οὐδὲ ἓν σῶμα τὸ ἐκείνου δύναται φυλάττειν οὐδὲ ἕνα οἶκον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν. ὅτι δὲ ἐπ’ αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι· ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐδὲ εἶναι νομίζουσιν· ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες· ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται ποιοῦντες· ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίμπλανται ἡδόμενοι· ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν οὐδὲ καλῶς λεγομένων· ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν· ὅτι δὲ ὀργισθεῖσιν ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται.