15
ἐδήλωσε δὲ οἶμαι τὰ περὶ τὴν Κασσάνδραν γενόμενα ἐν τῷ Ἄργει καὶ τὸν Ἀγαμέμνονα αὐτόν, ὅτι νοῦν εἶχεν ἡ Χρυσηὶς ῥυσαμένη τῶν κακῶν τούτων ἑαυτήν. οὐκοῦν τὸ μήτε ἔρωτι μήτε βασιλείᾳ μήτε τοῖς δοκοῦσιν ἐνδόξοις καὶ ἀγαθοῖς νέαν οὖσαν ἐπαίρεσθαι μηδ’ εἰς πράγματα σφαλερὰ καὶ τεταραγμένην οἰκίαν καὶ εἰς φθόνον καὶ ζηλοτυπίαν αὑτὴν προέσθαι γυναικὸς σώφρονος καὶ τῷ ὄντι ἀξίας ἱερέως εἶναι θυγατρός, παρὰ θεῷ τεθραμμένης. — Τί οὖν; ἐκ τούτων σὺ φῂς νοῦν ἔχειν αὐτὴν ἡγήσασθαι τὸν Ἀγαμέμνονα; —
16
Δ. Οὐδαμῶς· οὐδὲ γὰρ εἰκὸς ἦν λέγειν αὐτὴν τοιοῦτον οὐδὲν πρὸς ἐκεῖνον· ἀλλ’ ἀπὸ τῶν ἄλλων συνεῖναι. — Πῶς οὖν οὔ φησι χαίρουσαν αὐτὴν ὁ ποιητὴς ἀπιέναι, καθάπερ τὴν Βρισηίδα λυπουμένην; — Δ. Ὅτι καὶ τοῦτο σωφρονοῦσα ἔπραττεν, ὅπως μὴ παροξύναι τὸν Ἀγαμέμνονα μηδὲ εἰς φιλονικίαν ἀγάγοι. δηλοῖ δὲ ὅμως, ὅπου φησὶν αὐτὴν ὑπὸ τοῦ Ὀδυσσέως τῷ πατρὶ δοθῆναι παρὰ τὸν βωμόν· ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων παῖδα φίλην. οὐ γὰρ ἂν οἶμαι λυπουμένην αὐτὴν ὁ πατὴρ ἐδέχετο χαίρων· οὐδ᾽ ἂν φίλην εἶπε τυχόν, εἰ μὴ σφόδρα ἠγάπα τοῖς γεγονόσι τὸν πατέρα. —
17
Εἶεν· ἀλλὰ τί μᾶλλον ἡ Χρυσηὶς ταῦτα ἐλογίζετο ἃ σὺ λέγεις ἢὁ Χρύσης καθ’ αὑτὸν; Δ. Ὅτι τὰ περὶ τὴν Κλυταιμνήστραν εἰκὸς ἦν μᾶλλον ἐκείνην πολυπραγμονεῖν· εἰ δὲ καὶ λογιζομένου τοῦ πατρὸς ταῦτα συνεχώρει καὶ ἐπείθετο, οὐδὲ τοῦτο φαῦλον. αἱ γοῦν πολλαὶ καὶ ἀνόητοι τοὺς ἐραστὰς μᾶλλον ἀγαπῶσιν ἢ τοὺς γονέας. — Διὰ τί οὖν, εἴπερ ἦν φρόνιμος, οὐκ ἐκώλυε τὸν Χρύσην ἐν τῷ φανερῷ δεῖσθαι τοῦ Ἀγαμέμνονος, ἵνα ἧττον ἐχαλέπαινεν; —