6
Δ. Εἴ γε καὶ τὰ ἄλλα ἀκούσειας· οὐδὲ γὰρ τὸν τυχόντα ἐραστὴν ἅπαξ γενόμενον ἡδὺ ἀπολιπεῖν ταῖς ἐλευθέραις, μή τι γε τὸν ἐνδοξότατον καὶ πλουσιώτατον, βασιλέα μὲν τῶν Ἑλλήνων ξυμπάντων, μεγίστην δὲ ἔχοντα δύναμιν ἐν τοῖς τότε ἀνθρώποις, κύριον δὲ οὐ μόνον ἐκείνης, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς πατρίδος, ἐλπίζοντα δὲ κρατήσειν ὀλίγου χρόνου καὶ τῆς Ἀσίας ʽτὸ γὰρ Ἴλιον φαύλως εἶχεν ἐκ πολλοῦ, καὶ μόλις διεφύλαττον αὐτὴν τὴν πόλιν, ἐπεξῄει δὲ οὐδεὶς εἰς μάχην̓, καὶ ταῦτα οὐ παρέργως ἔχοντος πρὸς αὐτὴν τοῦ βασιλέως, ἀλλὰ καὶ φανερῶς ὁμολογοῦντος προτιμᾶν τῆς αὑτοῦ γυναικός. τοσαῦτα ἀποπτύουσαν καὶ τηλικαῦτα ἀγαθά, καὶ τὸ μέγιστον ἐραστὴν οὐ μόνον βασιλέα μέγαν καὶ ἀνδρεῖον ἐν ὀλίγοις, ἀλλὰ καὶ νέον καὶ καλόν, ὥς φησιν Ὅμηρος τῷ Διὶ προσεικάζων αὐτόν, ἔπειτα εἰς ἑαλωκυῖαν ἀφικέσθαι τὴν πατρίδα καὶ συνοικεῖν ἑνὶ τῶν δούλων τῶν Ἀγαμέμνονος, εἴ γε ἔμελλε γαμεῖσθαι τῶν ἐγχωρίων τινί, πῶς οὐκ ἄτοπον;
7
τὸ γὰρ αἰχμάλωτον εἶναι καὶ διὰ τοῦτο μὴ στέργειν τὸν λαβόντα οὐχ ἱκανόν. ἡ γοῦν Βρισηὶς ἀγαπᾶν ἔοικε τὸν Ἀχιλλέα, καὶ ταῦτα ὅν φησιν ἀποκτεῖναι τὸν ἄνδρα αὐτῆς καὶ τοὺς ἀδελφούς. τῷ δὲ Ἀγαμέμνονι τοιοῦτον οὐδὲν ἐπέπρακτο περὶ τὴν Χρυσηίδα. — Καλῶς. οὐκοῦν ἐκ τῶν λόγων τούτων οὐκ ἐβουλήθη Χρυσηὶς ἀποπεμφθῆναι παρὰ τοῦ Ἀγαμέμνονος, ἀλλὰ Χρύσης ταῦτα ἔπραττε καθ’ αὑτόν· ἢ εἴπερ ἐβούλετο, ἀφρονεστέρα ἂν εἴη, καὶ τὸν λόγον ἐναντίον εἶπας ἢ ὑπέσχου. —