8
ἅμα δὲ τῇ στολῇ καὶ τὴν ἄλλην δίαιταν ἐποίησεν αὐτὸν μεταβαλεῖν, ἐπί τε στρωμάτων καθεύδοντα καὶ μὴ θυραυλοῦντα τὰ πολλά, ὥσπερ εἰώθει πρότερον, μηδὲ αὐτουργοῦντα μηδὲ τροφῇ ὁμοίᾳ χρώμενον, ἀλλὰ σίτῳ τε ἐκπεπονημένῳ καὶ ὄψῳ καὶ οἴνῳ ἡδεῖ καὶ ὅσα δὴ τούτοις ἑπόμενά ἐστιν. ἐκ δὲ τῆς μεταβολῆς ταύτης, ὥσπερ ἦν οἶμαι ἀναγκαῖον, εἰς ἀσθένειαν καὶ μαλακίαν ἐμπεσὼν τοῦ σώματος καὶ ἡγησάμενος μηκέτ’ εἶναι ῥᾴδιον ἁψάμενον τρυφῆς ἀποθέσθαι αὐτήν, οὕτως δὴ ἐνέπρησεν αὑτόν, ἅμα μὲν κρεῖττον οἰόμενος ἀπηλλάχθαι τοῦ τοιούτου βίου, ἅμα δὲ δυσχεραίνων, ὅτι ἠνέσχετο τρυφῆς ἅψασθαι. ἔχεις δὴ τὸν παρ’ ἐμοῦ λόγον, ὁποῖον ἐγὼ ἠδυνάμην ὑπὲρ τοῦ μύθου εἰπεῖν. —
9
Καὶ μὰ τὸν Δία οὐδαμῶς φαῦλος οὐδὲ ἀπίθανος δοκεῖ μοι εἶναι. καὶ οὐκ οἶδα ὅπως δοκεῖ μοι προσεοικέναι τὸ τῶν φιλοσόφων ἐνίων περὶ τοὺς λόγους ἁμῃγέπῃ τῷ τῶν κοροπλάθων. καὶ γὰρ ἐκεῖνοι τύπον τινὰ παρέχοντες, ὁποῖον ἂν πηλὸν εἰς τοῦτον ἐμβάλωσιν, ὅμοιον τῷ τύπῳ τὸ εἶδος ἀποτελοῦσιν· καὶ τῶν φιλοσόφων ἤδη τινὲς τοιοῦτοι γεγόνασιν, ὥστε ὁποῖον ἂν μῦθον ἢ λόγον λάβωσιν ἕλκοντες καὶ πλάττοντες κατὰ τὴν αὑτῶν διάνοιαν ὠφέλιμον καὶ φιλοσοφίᾳ πρέποντα ἀπέδειξαν· οἷον δὴ μάλιστα ἀκούομεν Σωκράτην γενέσθαι.