10
ἐκεῖνο δ’ ἐνθυμηθῆναι ἄξιον ἀπὸ τῶν εἰρημένων, ἐάν τις ἀνθρώποις ὁμιλῶν διηγῆται πρὸς αὐτοὺς ὅτι καὶ πρότερον ἄλλοις ὁμιλήσας πολὺ κρείττοσι, δήμοις ἢ βασιλεῦσιν ἢ τυράννοις, οὐκ ἀπέτυχεν αὐτῶν, ἀλλ’ ἔσχεν ὑπακούοντας καὶ πειθομένους, εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν, ὡς διὰ τοῦτο μεμνημένος ἐκείνων τῶν λόγων, ἵνα θαυμάζοιτο καὶ δοκοίη μακάριος, ἢ μᾶλλον ἵνα πειθομένους ἔχοι τοὺς ἀκούοντας, μιμούμενος τὴν τοῦ Νέστορος διδασκαλίαν.
11
καὶ γὰρ ἄτοπον, εἰ Σωκράτης μὲν τοὺς ἐν Λυκείῳ ῥηθέντας λόγους ὀλίγον μεταβὰς ἀπήγγελλε τοῖς ἐν Ἀκαδημίᾳ, καὶ τοὺς ἐν Ἀκαδημίᾳ πάλιν εἰς τὸ Λύκειον ἐλθὼν οὐκ ὤκνει διαλέγεσθαι, καὶ τοσοῦτος ἤδη χρόνος ἐστὶν ἐξ οὗ τὰς αὐτὰς διδάσκουσι τραγῳδίας καὶ κωμῳδίας· ἡμεῖς δὲ ἄτοπον δόξομεν ποιεῖν, ἐπειδὴ βούλεσθε ἀκροᾶσθαι λόγων τινῶν, τοὺς ῥηθέντας πρὸς τὸν αὐτοκράτορα νῦν ἀπαγγέλλοντες, ὡς οὐ διαφέρον εἰδέναι πότερον ὠφέλιμοι καὶ χρήσιμοι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἐκεῖνοι ἢ φαῦλοι καὶ ἀνωφελεῖς.
12
εὖ γὰρ ἴστε ὅτι τοῖς μὲν ἰδιώταις οἱ λεγόμενοι λόγοι πρὸς αὐτοὺς ἐκείνους τείνουσι καὶ ὀλίγους τῶν ἄλλων· οἱ δὲ πρὸς τοὺς βασιλέας ταῖς δημοσίαις ἐοίκασιν εὐχαῖς ἢ κατάραις. ὅθεν ἐγὼ τὸν Πέρσην οὔτε τἄλλα νομίζω φρόνιμον οὔτε ὅτι τοὺς τυχόντας ἀνθρώπους πανταχῇ διέπεμπεν, ὦτα βασιλέως καλουμένους, καὶ πάντα ἐκείνοις ἀκούειν ἐπέτρεπε, δέον φυλάττεσθαι τὰ βασιλέως ὦτα πολὺ μᾶλλον τῆς χρυσῆς πλατάνου, μή τι δυσχερὲς ἀκούσῃ καὶ βλαβερόν.
(41)ΑΧΙΛΛΕΥΣ.