13
ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔτι καθ’ ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμασσας· ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ’ ἔτι καὶ νῦν φραζώμεσθα.
14
καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν, ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως καὶ τά τε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ τῆς Βρισηίδος, ἦ μὴν αὐτῆς μηδὲ ἅψασθαι λαβών·
15
ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις· τελευταῖον δέ, ὡς οὐκ ὂν ἱκανόν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικιεῖν· ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν, ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, ἀναγκάσαι συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν.