99
πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας, ὥσπερ ἀμέλει καὶ χρεῖαι· ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται, καὶ δοκεῖ κάλλιστος τῶν θεῶν.
100
καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσιπεριττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν· ἥ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει πρύνει μὲν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν.
101
μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλωνοὐκ ἄχαρις; εἰ δὲ σκυθρωπὸν ἐρημία καὶ πάντων φοβερώτατον, οὐ τὴν ἀνθρώπων ἐρημίαν χρὴ τοιοῦτον νομίζειν, ἀλλὰ τὴν τῶν φίλων· ἐπεὶ τῶν γε μὴ εὐνοούντων πολλάκις ἡ ἐρημία κρείττων.
102
ἐγὼ μὲν γὰρ οὐδʼ εὐτυχίαν ἐκείνην νενόμικα, ἥ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω δικαίως ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον.
103
ᾧ γὰρ πλεῖστοι μὲν καὶ ἄριστοι φίλοι, δυσμενὴς δὲ φαυλότατος, εἴτις ἄρα ἐστί, καὶ πολλοὶ μὲν οἱ ἀγαπῶντες, πλείους δὲ οἱ ἐπαινοῦντες, ψέγειν δὲ οὐδεὶς δυνάμενος, πῶς ὁ τοιοῦτος οὐ τελέως εὐδαίμων; ὁ γὰρ τοιοῦτος ἀνὴρ πολλοὺς μὲν ἔχει τοὺς συνηδομένους, οὐδένα δὲ ἐφηδόμενον καὶ διὰ τὸ εὐτυχεῖν ἐφʼ ἅπασι καὶ διὰ τὸ πολλοὺς μὲν ἔχειν φίλους, μηδένα δὲ ἐχθρόν.