13
Σωκράτης δὲ ἐνόμιζεν, ὁσάκις μὲν ἀλαζόνα ἄνθρωπον εἰσάγει, περὶ ἀλαζονείας λέγειν· ὁπότε δὲ ἀναίσχυντον καὶ βδελυρόν, περὶ ἀναιδείας καὶ βδελυρίας· ὁπότε δὲ ἀγνώμονα καὶ ὀργίλον, ἀγγωμοσύνης καὶ ὀργῆς ἀποτρέπειν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τὰ πάθη καὶ τὰ νοσήματα ἐπ’ αὐτῶν τῶν ἀνθρώπων τῶν ἐχομένων τοῖς πάθεσιν ἢ τοῖς νοσήμασι σαφέστερον ἐδείκνυεν ὁποῖά ἐστιν ἢ εἰ τοὺς λόγους ψιλοὺς ἔλεγε.
14
δοκεῖ δέ μοι καὶ τοῦτο παρ’ Ὁμήρου λαβεῖν. καὶ γὰρ ἐκεῖνος, ὅταν μὲν διηγῆται περὶ Δόλωνος, ὅπως μὲν ἐπεθύμησε τῶν ἵππων τῶν Ἀχιλλέως, ὅπως δὲ τοὺς πολεμίους ἀποφεύγειν δυνάμενος ἔστη τοῦ δόρατος ἐγγὺς παγέντος καὶ οὐδὲν αὐτὸν ὤνησε τὸ τάχος, ὅπως δὲ ἐβάμβαινεν ὑπὸ τοῦ δέους καὶ συνεκρότει τοὺς ὀδόντας, ὅπως δὲ ἔλεγε τοῖς πολεμίοις, οὐ μόνον εἴ τι ἐρωτῷεν, ἀλλὰ καὶ ὑπὲρ ὧν μηδεὶς ἐπυνθάνετο ʽκαὶ γὰρ τοὺς ἵππους ἐμήνυσε τοὺς Θρᾳκικοὺς καὶ τὸν Ῥῆσον, ὃν οὐδεὶς ᾔδει· ἀφιγμένον̓· ταῦτα δὲ λέγων οὕτω σφόδρα ἐναργῶς οὐ περὶ δειλίας ὑμῖν καὶ φιλοδοξίας δοκεῖ διαλέγεσθαι;
15
ὅταν δὲ περὶ τοῦ Πανδάρου, ὡς συνέχεε τὰς σπονδάς, ἐλπίσας δῶρα παρὰ Ἀλεξάνδρου τοῦ Πριάμου, καὶ οὔτε ἀπέκτεινε τὸν Μενέλεων βαλών, καίτοι τοξότης ἱκανὸς εἶναι δοκῶν, καὶ παραβὰς τὰ ὅρκια τοὺς Τρῶας ἀθυμοτέρους ἐποίησε πρὸς τὸν πόλεμον μεμνημένους ἀεὶ τῆς ἐπιορκίας· νῦν δ’ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·