5
ταὐτὸ δὲ τοῦτο καὶ ὁ μαθητὴς ποιεῖν ἔοικε· μιμούμενος τὸν διδάσκαλον καὶ προσέχων ἀναλαμβάνει τὴν τέχνην. τὸ δὲ ὁρᾶν καὶ ξυνεῖναι οὐδέν ἐστι πρὸς τὸ μανθάνειν· πολλοὶ γὰρ καὶ ὁρῶσι τοὺς αὐλητὰς καὶ ξύνεισι καὶ ἀκούουσιν ὁσημέραι, καὶ οὐδ’ ἂν ἐμφυσῆσαι τοῖς αὐλοῖς δύναιντο, οἳ ἂν μὴ ἐπὶ τέχνῃ μηδὲ προσέχοντες ξυνῶσιν. ἀλλ’ εἴ γε δυσωπῇ μαθητὴν Ὁμήρου τὸν Σωκράτην καλεῖν, ζηλωτὴν δὲ μόνον, οὐδέν μοι διοίσει. —
6
Ἐμοὶ μὲν οὐχ ἧττον παράδοξον τοῦτο ἐκείνου δοκεῖ. Ὅμηρος μὲν γὰρ ποιητὴς γέγονεν οἷος οὐδεὶς ἄλλος· Σωκράτης δὲ φιλόσοφος. — Δ. Εἶεν· οὕτως μὲν οὐδὲ Ἀρχίλοχον εἴποις ἂν Ὁμήρου ζηλωτήν, ὅτι μὴ τῷ αὐτῷ μέτρῳ κέχρηται εἰς ὅλην τὴν ποίησιν, ἀλλ’ ἑτέροις τὸ πλέον, οὐδὲ Στησίχορον, ὅτι ἐκεῖνος μὲν ἔπη ἐποίει, Στησίχορος δὲ μελοποιὸς ἦν. —
7
Ναί· τοῦτό γε ἅπαντές φασιν οἱ Ἕλληνες, Στησίχορον Ὁμήρου ζηλωτὴν γενέσθαι καὶ σφόδρα γε ἐοικέναι κατὰ τὴν ποίησιν. Σωκράτης δὲ κατὰ τί σοι δοκεῖ Ὁμήρῳ ἐοικέναι; — Δ. Τὸ μὲν πρῶτον καὶ μέγιστον κατὰ τὸ ἦθος. οὐδέτερος γὰρ αὐτοῖν ἀλαζὼν ἦν οὐδὲ ἀναιδής, ὥσπερ οἱ ἀμαθέστατοι τῶν σοφιστῶν. Ὅμηρος μὲν γὰρ οὐδὲ ὁπόθεν ἦν εἰπεῖν ἠξίωσεν οὐδὲ ὧντινων γονέων οὐδὲ ὅστις αὐτὸς ἐκαλεῖτο. ἀλλὰ ὅσον ἐπ’ ἐκείνῳ καὶ τὸ ὄνομα ἠγνοοῦμεν ἂν τοῦ γράψαντος τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν.