10
ὥσπερ Ἑκαταῖός τε καὶ Ἡρόδοτος καὶ Θουκυδίδης, οὗτος μὲν οὖν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος καθ’ ἕκαστον χειμῶνα καὶ θέρος ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης. ὁ δὲ οὕτως ἄρα ἐλευθέριος ἦν καὶ μεγαλόφρων ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὑτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν ἐξ ἀφανοῦς καὶ ἀδύτου ποθὲν φθεγγόμενος.
11
ὅτι δὲ καὶ ὠφέλιμα πάντα καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη, ὅσα πεποίηκε περὶ ἀρετῆς καὶ κακίας· περὶ δὲ τῶν βασιλέων ἐν βραχεῖ οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς καὶ τὸν Μίνω, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήν τε καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκεῖνον βασιλέα καὶ μόνον αὐτὸν ἐπιστάμενον καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν, ἀφομοιοῦντας, ὡς δυνατόν ἔστιν ἀνθρώποις, θεῷ τὸν αὑτῶν τρόπον.
12
τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις ἦν, ἐν πολλοῖς μὲν ἄλλοις ποιεῖ φανεράν, ὡς δ’ ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάνοιαν δηλοῖ πολλάκις, ἀεί ποτε αὐτὸν οὕτως ὀνομάζων ,πατὴρ ἀνδρῶν τε θεῶν τἑ· ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν καὶ κηδεμονικὴν εἶναι μετ’ εὐνοίας καὶ φιλίας καὶ μηδέποτε ἄλλως προσῆκον ἀνθρώπων προΐστασθαί τε καὶ ἄρχειν ἤ ἀγαπῶντα καὶ προνοοῦντα, ὁπότε ὁ Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ ἀνθρώπων καλεῖσθαι.