8
πόσῳ δὴ κρείττους ὑμεῖς οἱ παραδιδόντες αὑτοὺς καὶ παιδεύειν κελεύοντες τῶν εἰ καί τις παρ’ αὑτοῦ πρόθυμος ἦν τοῦτο ποιεῖν ἀγανακτούντων καὶ οὐ μόνον οὐ τιμώντων, ἀλλὰ καὶ ἀποκτεινάντων τὸν ἐπιμελούμενον ὥσπερ ἐκεῖνοι Σωκράτην. ποῖον οὖν ἔτι κάλλιον ἐγκώμιον ἢ τοῦδε ἢ ὑμῶν εἴποι τις ἄν; οἵ γε ἐπειδὴ ᾔσθεσθε τοὺς ἐφήβους καὶ τοὺς νεανίσκους κρείττονας πεποιηκότα, εὐθὺς ἡγεῖσθε καὶ ὑμᾶς ἀμείνους δύνασθαι ποιεῖν καὶ νὴ Δία γε οὐχὶ τοῖς μὲν ἐφήβοις ἐστὶ παιδείας καὶ ἀρετῆς χρεία, τοῖς δὲ προβεβηκόσιν οὒ καὶ πάσῃ τῇ πόλει· ὥσπερ εἴ τις ἰατρὸς τοῖς μὲν παισὶν ἢ τοῖς μειρακίοις χρείαν εἶναι θεραπείας νομίζοι, τοῖς δὲ τελείοις μή.
9
καὶ μὴν ἥ γε πρὸς τὰς τιμὰς μεγαλοψυχία πῶς οὐχὶ θαυμαστὴ τῆς πόλεως; τί γὰρ τῶν σεμνῶν οὐχὶ προθύμως παρεσχήκατε; οὐκ εἰκόνας;οὐκ ἀνδριάντας; οὐχὶ πρεσβεύοντες πρὸς τὰς πόλεις, πρὸς τὸν αὐτοκράτορα; οὐ κοινῇ τιμῶντες, οὐ κατ’ ἰδίαν ἕκαστος δεξιούμενος; ἢ τίς ἂν οὐκ ἀνεθείη τῶν τοιούτων ὄντων; ἢ τίς οὐκ ἂν προθυμοῖτο ὅ, τι δύναιτο ποιεῖν ὑμᾶς ἀγαθόν; οὐκοῦν ἔγωγε οἶμαι καὶ τὸν τοῦδε ἔπαινον ὡς ἠδυνάμην εἰρηκέναι. τὸ γὰρ τῶν ἀποδεχομένων τινὰ καὶ τιμώντων ἐγκώμιον δῆλον ὡς κάλλιστος ἔπαινος ἐκείνου ἂν εἴη.
(35)ΠΕΡΙ ΑΙΣΧΥΛΟΥ ΚΑΙ ΣΟΦΟΚΛΕΟΥΣ ΚΑΙ ΕΥΡΙΠΙΔΟΥ Η ΠΕΡΙ ΤΩΝ ΦΙΛΟΚΤΗΤΟΥ ΤΟΞΩΝ.