3
τί οὖν; φήσει τις, ἀνέστης ἐπιτιμήσων τοῖς ἐπαινοῦσιν; οὐ μὰ τὸν Δία, ἀλλ’ ὅπως, ἂν ᾖ δυνατόν, μὴ μόνον ἐνθάδε ὦμεν φιλάνθρωποι καὶ φιλάγαθοι, ἀλλ’ ὁμοίως ἐν παντὶ τόπῳ καὶ καιρῷ. τὸν μὲν οὖν τούτου ἔπαινον ὁρῶ πεπληρωμένον ὑφ’ ὑμῶν, ὥστε μηδεμίαν ὑπερβολὴν ἔχειν. ἄξιον δὲ καὶ ὑμᾶς ἐπαινεῖν. δοκεῖτε γάρ μοι πολὺ πάντων τῶν δήμων διαφέρειν. κἀγὼ τοῦτο οὐκ ἂν εἶπον, εἰ μὴ καὶ ἐφρόνουν οὕτως. οἱ μὲν γὰρ ἄλλοι πρὸς τὸ λυσιτελὲς μόνον βλέπουσιν, καὶ τοὺς διδόντας αὐτοῖς ἢ δυναμένους διδόναι, τούτους ἐπαινοῦσιν· ὑμεῖς δὲ καὶ τὴν προθυμίαν καὶ τὸ βούλεσθαι μέγα εἶναι νομίζετε.
4
καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε πολλὰ καὶ μεγάλα· πεποίηκε γάρ· ἀλλ’ ὅτι ὑμῖν γε ἀπέχρη καὶ τὸ βούλεσθαι αὐτόν. ἔτι δὲ οἱ μὲν ἄλλοι τὰ ἐλάχιστα τῶν γενομένων μάλιστα ἀποδέχονται· λέγω δὲ ὅσα ἔχει δαπάνην τινά· ὑμεῖς δὲ τῶν μεγίστων αἰσθάνεσθε κατὰ τὴν ἀξίαν. ἔστι δὲ τῷ παντὶ μεῖζον τοῦ δαπανᾶν τὸ κήδεσθαί τινα τῆς πόλεως καὶ φανερὸν εἶναι εὐνοοῦντα ὑμῖν. πρὸς δὲ τούτοις οἱ μὲν πλεῖστοι τοὺς νουθετοῦντας, κἂν μετὰ λόγου τοῦτο ποιῶσι, μισοῦσι, τοὺς δὲ μεθ’ ἡδονῆς κολακεύοντας θαυμαστῶς ἀποδέχονται. παρ’ ὑμῖν δὲ τοὐναντίον ὁ πλείστῃ παρρησίᾳ χρώμενος καὶ τοῖς ἁμαρτάνουσιν ἐπιπλήττων καὶ σωφρονίζων, οὗτος μάλιστα ἀγαπᾶται.