2
ὅπου καὶ παρὰ τοῖς Ἀθηναίοις, οἳ μάλιστα ἀνθρώπων ἐδημοκρατοῦντο καὶ πλεῖστον ἔνεμον τοῖς πολλοῖς καὶ δημοτικοῖς, οὐδεὶς πώποτε οὕτως ἐγένετο θρασὺς δημαγωγός, οὐδὲ Ὑπέρβολος ἐκεῖνος ἢ Κλέων, ὥστε τὸν Ἄρειον πάγον ἢ τὴν βουλὴν τοὺς ἑξακοσίους ἀτιμότερον τοῦ δήμου νομίζειν. εἰ δὲ συνεχῶς μέμνημαι Λακεδαιμονίων καὶ Ἀθηναίων, συγγνώμην ἐχέτωσαν οἱ πάνυ δριμεῖς, ὅτι τῶν τοιούτων παραδειγμάτων ὑμᾶς ἀξίους κρίνω, καὶ πρὸς Ἕλληνας, ὡς οἶμαι, διαλεγόμενος οὐκ ἄλλων τινῶν μᾶλλον ἡγοῦμαι πρέπειν μνημονεύειν ἢ τῶν ἄκρως Ἑλλήνων.
3
τῆς δ’ οὖν εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς πίστεως ἐκεῖνο ὑμῖν γιγνέσθω τεκμήριον, ὅτι μήτε ἑταιρείᾳ τινὶ πεποιθὼς μήτε συνήθεις ἐξ ὑμῶν ἔχων τινὰς θαρρῶν εἰσέρχομαι πρὸς ὑμᾶς, καὶ νομίζω μηδενὸς ἔλαττον ἂν ἔχειν, δῆλον ὅτι τῇ κοινῇ φιλίᾳ πεπιστευκὼς καὶ τῇ πρὸς ἅπαντας εὐνοίᾳ, μή γε ἰσχυρὸς ἢ φοβερὸς εἶναι δοκῶν ἢ βουλόμενος ὡς διὰ τοῦτο θεραπεύεσθαι. εἰ δὲ ἠλέουν τοὺς δημοτικούς, ὅτε ἦσαν ἐλεεινοί, καὶ καθ’ ὅσον οἷόν τε ἦν ἐπικουφίζειν ἐπειρώμην, οὐθέν ἐστι τοῦτο σημεῖον τοῦ πρὸς ἐκείνους ἔχειν οἰκειότερον· ἐπεὶ καὶ τοῦ σώματος ἀεὶ τὸ κάμνον θεραπεύομεν καὶ πλείονα ποιούμεθα πρόνοιαν ποδῶν ἢ ὀφθαλμῶν, ὅταν οἱ μὲν ἀλγῶσι καὶ πεπονθότες ὦσιν, οἱ δὲ ὑγιαίνωσιν.