10
ποῖα δὲ ὅπλα, ποῖα δὲ ἐρύματα πρὸς ταῦτα προβέβληται, οἷα οἵ τε βασιλεῖς καὶ στρατηγοὶ πόλεως πρὸς τοὺς πολεμίους; ποίοις δὲ συμμάχοις ἢ δορυφόροις ἐπὶ ταῦτα χρῆσθαι δυνατόν, εἰ μή γε τοῖς σοφοῖς καὶ φρονίμοις λόγοις; τίσι δὲ ἄλλοις ἐντείλασθαι φυλακὰς ἢ ἐπιτρέψαι φρουρεῖν, ἦ ποίοις χρήσασθαι διακόνοις; ἆρ’ οὐκ αὐτὸν δεῖ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν φροντίζοντα καὶ ἀγρυπνοῦντα τὴν φυλακὴν ταύτην ἔχειν, ὅπως μὴ λάθῃ αὑτὸν ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν ἢ καταπλαγεὶς ὑπὸ φόβων ἢ παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ἢ ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι τῶν βελτίστων καὶ δικαιοτάτων ἔργων προδότης αὑτοῦ γενόμενος;
11
τῷ δὲ τὴν ἀρχὴν ταύτην ἰσχυρῶς καὶ ἐγκρατῶς ἄρχοντι οὐ χαλεπὸν ἤδη καὶ συμπάντων ἀνθρώπων κρείττω γίγνεσθαι. ὁπόταν δὲ ταῦτα διεξίω περὶ τῶν φιλοσόφων, μηδείς με ἡγείσθω πρὸς τὸ σχῆμα ἀφορῶντα λέγειν καὶ πρὸς τὸ ὄνομα. οὔτε γὰρ τὸν οἶνον ἐκ τοῦ κεράμου κρίνουσιν οἱ νοῦν ἔχοντες· πολλάκις γὰρ εὑρήσεις ἐν σπουδαίῳ κεράμῳ τὸν ἐκ τῶν καπηλείων οἶνον ἐξεστηκότα· οὔτε τὸν ἄνδρα τὸν πεπαιδευμένον ἐκ τοῦ σχήματος.
12
τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸ Ἰσμηνίου τοῦτο μάλιστα ἀγανακτεῖν, τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν, ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐδ’ ἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται.