8
Κελτοὶ δὲ οὓς ὀνομάζουσι Δρυΐδας, καὶ τούτους περὶ μαντικὴν ὄντας καὶ τὴν ἄλλην σοφίαν· ὧν ἄνευ τοῖς βασιλεῦσιν οὐδὲν ἐξῆν πράττειν οὐδὲ βουλεύεσθαι, ὥστε τὸ μὲν ἀληθὲς ἐκείνους ἄρχειν, τοὺς δὲ βασιλέας αὐτῶν ὑπηρέτας καὶ διακόνους γίγνεσθαι τῆς γνώμης ἐν θρόνοις χρυσοῖς καθημένους καὶ οἰκίας μεγάλας οἰκοῦντας καὶ πολυτελῶς εὐωχουμένους. καὶ γὰρ δὴ τοῦτον εἰκός ἐστι πᾶσαν ἀρχὴν ἱκανώτατα διοικῆσαι, ὃς τὴν χαλεπωτάτην ἀρχὴν διηνεκῶς ἄρχων δύναται παρέχειν ἀναμάρτητον αὑτόν.
9
ὁ τοίνυν φιλόσοφος ἀεὶ αὑτοῦ ἄρχει· ὃ τῷ παντὶ χαλεπώτερον ἢ συμπάντων μὲν Ἑλλήνων, συμπάντων δὲ βαρβάρων βασιλεύειν. ποῖον μὲν γὰρ οὕτως ἄγριον ἀνθρώπων γένος ἐστὶν ὡς ὀργαί τε καὶ φθόνοι καὶ φιλονικίαι, ὧν αὐτὸν ἐγκρατῆ εἶναι δεῖ; ποῖον δὲ οὕτω πανοῦργον καὶ ἐπίβουλον καὶ προδοτικὸν ὡς ἡδοναί τε καὶ ἐπιθυμίαι, ὧν αὐτὸν οὐδέποτε ἡττᾶσθαι δεῖ; ποῖον δὲ οὕτω βίαιον καὶ καταπληττόμενον καὶ ταπεινοῦν τὰς ψυχὰς ὡς φόβοι τε καὶ λῦπαι, οἷς οὔποτε αὐτὸν πρέπει ὑπείκοντα ὀφθῆναι;