6
εὕροι δ’ ἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις, λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς ἢ σατράπας ἢ βασιλέας καθισταμένους· πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους· Σόλωνος μὲν Ἀθηναίους καὶ Ἀριστείδου καὶ Περικλέους τοῦ Ἀναξαγόρου μαθητοῦ, Θηβαίους δὲ Ἐπαμεινώνδου, Ῥωμαίους δὲ Νόμα, ὅν φασί τινες τῆς Πυθαγόρου σοφίας μετασχεῖν· Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς πόλεις διεῖπον.
7
καὶ κοινῇ δὲ τὰ ἰσχυρότατα τῶν ἐθνῶν, ἐπειδὴ οὐ δύνανται ἀεὶ βασιλεύεσθαι ὑπὸ τῶν φιλοσόφων, ἐπιστάτας τοῖς βασιλεῦσι καὶ ἄρχοντας τούτους ἀπέδειξαν· Πέρσαι μὲν οἶμαι τοὺς καλουμένους παρ’ αὐτοῖς μάγους, οἳ τῆς φύσεως ἦσαν ἔμπειροι καὶ τοὺς θεοὺς ᾔδεσαν ὡς δεῖ θεραπεύειν· Αἰγύπτιοι δὲ τοὺς ἱερέας, οἳ τὴν αὐτὴν ἐπιστήμην εἶχον τοῖς μάγοις, τῶν θεῶν ἐπιμελούμενοι καὶ τὰ ξύμπαντα γιγνώσκοντες ὅπῃ τε καὶ ὅπως ἔχοι· Ἰνδοὶ δὲ βραχμᾶνας, ἐγκρατείᾳ καὶ δικαιοσύνῃ διαφέροντας καὶ τῇ πρὸς τὸ θεῖον φιλίᾳ, ὅθεν μᾶλλον ἴσασι τὰ μέλλοντα ἢ οἱ ἄλλοι ἄνθρωποι τὰ παρόντα αὐτοῖς·