4
λαμβάνουσιν ἃ δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι· ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην· ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον, καὶ τοσαύταις μυριάσι προστάττων ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ, εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι ἢ εἴ τι περὶ τὸν υἱόν.
5
καίτοι πρότερον αὐτὸς ἐν Θήβαις ὁμηρεύων Πελοπίδᾳ τε συνῆν, ἀνδρὶ πεπαιδευμένῳ, ὥστε καὶ ἐραστὴν ἔφασαν αὐτοῦ τὸν Πελοπίδαν γενέσθαι, καὶ Ἐπαμεινώνδου τά τε ἔργα ἑώρα καὶ τῶν λόγων δὲ ἤκουεν, ὃς οὐκ ἀπὸ ταὐτομάτου τοσοῦτον ἴσχυσεν ἐν τοῖς Ἕλλησι καὶ τοσαύτην μεταβολὴν ἐποίησεν, ὥστε καταλῦσαι Λακεδαιμονίους τοσοῦτον χρόνον ἄρχοντας, ἀλλὰ Λύσιδι ὁμιλήσας τῷ Πυθαγόρου μαθητῇ. ὅθεν οἶμαι πολὺ διήνεγκεν ὁ Φίλιππος τῶν πρότερον ἐν Μακεδονίᾳ βασιλευσάντων. ἀλλ’ ὅμως τοιαύτης παιδείας ἐπιτυχὼν οὐκ ἐθάρρει τὸν Ἀλέξανδρον αὐτὸς διδάσκειν.