3
καὶ γὰρ δὴ νῦν μὲν ἄπεισι μετὰ τὴν τήμερον ἴσως ἡμέραν, ἀφικνεῖται δὲ ἀλίγον ὕστερον· καὶ τότε, ἂν μὴ πρότερον αὐτοὶ πείσωμεν ὑμᾶς, εἴ τις ἄρα τῶν δημοσίων ἔχει τι, καὶ δικασταῖς καὶ διαιτηταῖς ἀλλήλοις χρησάμενοι, τότε ἐξέσται καὶ λέγειν καὶ καταβοᾶν. τό γε μὴν προεξανίστασθαι μὴ σφόδρα ἄγνωμον ᾖ. ποῦ γὰρ ἀπεπειράθητε ἢ πότε ἠξιώσατε παρ’ αὐτῶν; ἢ τίς ὑμῖν οὐχ ὑπήκουσε; καὶ τὴν εὐφημίαν τὴν εἰς ἐμέ, ἐγὼ δέομαι, τρέψατε εἰς ἅπαντας. ὥσπερ γὰρ ἐν ἑστιάσει πάνυ αἰσχρόν ἐστιν ἕνα τῶν κατακειμένων πίνειν, καὶ διὰ τοῦτο μὴ μόνον τῷ οἰνοχόῳ δυσκολαίνομεν, ἀλλὰ καὶ τῷ πίνοντι, τὸ αὐτὸ τοῦτο ἐν τοῖς πολιτικοῖς ἐπαίνοις ἐστίν.
4
καὶ ταῦτα ποιοῦντες αὑτοὺς κοσμήσετε, ὡς ἔστι κόσμος τῆς πόλεως μέγιστος ὁ τῶν πολιτῶν ἔπαινος. ἐπὶ τίνι γὰρ ἄλλῳ μέγα φρονεῖτε; οὐ μεγέθει μὲν ἕτεραι διαφέρουσι πόλεις καὶ νὴ Δία πλούτῳ καὶ περιουσίᾳ καὶ τοῖς δημοσίοις οἰκοδομήμασιν; ἓν δὲ τοῦτό ἐστιν, ᾧ φιλοτιμούμεθα σχεδὸν πρὸς ἅπαντας ἀνθρώπους, τὸ ἔχειν ἄνδρας ἱκανοὺς καὶ πρᾶξαι καὶ εἰπεῖν, καὶ τὸ μέγιστον, ἀγαπῶντας τὴν πατρίδα. ἐὰν δέ τις ὑμῶν τοῦτο ἀφέληται, ποίας πόλεως καὶ τῆς βραχυτάτης δόξετε ἀμείνους; νῦν γάρ, ἐὰν διενεχθῆτε πρός τινα πόλιν, ὃ μηδεὶς ποιήσειε θεῶν, ἔπειτα ἐκεῖνοι τοὺς ἡμετέρους πολίτας λοιδορῶσι λέγοντες ὅτι εἰσὶν ἅρπαγες, ἄπιστοι, πῶς οἴσετε; οὐχ ἕξετε χαλεπῶς; οὐκ εὐθὺς βοήσετε, λοιδορήσεσθε, εἰς χεῖρας τυχὸν ἐλεύσεσθε, ὃ γέγονε πολλάκις πρότερον;