1
Πρῶτον μέν, ὦ ἄνδρες, τῷ κρατίστῳ Οὐαρηνῷ δεῖ χάριν ἡμᾶς εἰδέναι καὶ διὰ τὴν ἄλλην προθυμίαν, ἣν ἐπιδέδεικται πρὸς τὴν πόλιν, καὶ ὅτι βουλομένοις ἡμῖν ἐκκλησιάσαι πάλιν ἐφῆκεν οὐ μόνον ἑτοίμως, ἀλλὰ καὶ ἡδέως. τοῦτο γὰρ ἦν πιστεύοντος ὑμῖν καὶ εἰδότος ὅτι πρὸς οὐδὲν ἄτοπον χρήσεσθε τῇ ἐξουσίᾳ. οὔτε γὰρ ξύλα χλωρὰ δήπουθεν οὐδεὶς συντίθησιν, ὥστε κάεσθαι, προειδὼς ὅτι ἀνάγκη γενέσθαι καπνὸν πολὺν καὶ ἄτοπον, οὔτε τεταραγμένον δῆμον εἰς ταὐτὸ συνάγει νοῦν ἔχων ἡγεμών, ἀλλὰ ἂν μή τις μείζων ἀνάγκη καταλάβῃ.
2
νῦν οὖν ὑμέτερον ἔργον ἐστὶ μὴ ψεύσασθαι αὐτοῦ τὴν διάνοιαν, ἀλλ’ ἐπιδεῖξαι σωφρόνως καὶ καλῶς αὑτοὺς ἐκκλησιάζοντας, καὶ πρῶτον, ἐμοὶ δοκεῖν, καλλωπίσασθαι τῇ φιλίᾳ τῇ πρὸς ἀλλήλους καὶ ὁμονοίᾳ, κἂν δεῦρο ἀφίκηται παρακληθείς, περὶ μὲν τῶν ἄλλων ὧν ἐβοᾶτε ὑπερθέσθαι· ζητήσει γὰρ αὐτὸς τὰ δημόσια, κἂν ὑμεῖς κωλύειν θέλητε. τὸ δὲ νῦν εὐχαριστήσατε καὶ δεξιώσασθε καὶ μετ’ εὐφημίας καὶ τιμῆς ὑποδέξασθε, ἵνα μὴ ὥσπερ ατρὸς πρὸς νοσοῦντας ὑπόπτως καὶ ἀηδῶς θεραπείας ἕνεκεν, ἀλλ’ ὡς πρὸς ὑγιαίνοντας ἡδέως καὶ προθύμως παρῇ.