17
ὁ δὲ Μακρῖνος, ὃν εὐεργέτην ἀνεγράψατε τῆς πόλεως, τὸ Προυσίου τοῦ βασιλέως μνημεῖον μετήνεγκεν ἐκ τῆς ἀγορᾶς καὶ τὸν ἀνδριάντα. οὐδεὶς γάρ ἐστι παρ’ ἐκείνοις φιλόπολις ἀνὴρ οὐδὲ ἐπιμελὴς περὶ τοὺς θεούς· ἀλλὰ παρά γε ἡμῖν ἦσαν πολλοί. πλὴν ταῦτα μὲν ὅπως ποτὲ δοκεῖ. τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς; ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν, τὴν Ποικίλην Ἀθήνησι, τὴν Περσικὴν ἐν Λακεδαίμονι, τὰς ἐν τῇ Ῥώμῃ τὰς χρυσᾶς, ἐν ταῖς τῶν Ἀντιοχέων, τῶν Ταρσέων, μετὰ πλείονος τιμῆς, ἢ μόνον ἕξοντά με καὶ περιπατήσοντα, τῶν δὲ ἄλλων οὐδένα πολιτῶν. ἀλλ’ οὔτε γυμνάσιον ἐν πόλει μόνος οὐδεὶς ἔχει γυμναζόμενος οὔτε στοὰν οὔτε βαλανεῖον οὔτε ἄλλο τῶν δημοσίων οὐδέν.
18
ἢ ἐγὼ τετύφωμαι καὶ ἀνόητός εἰμι; πλὴν ὅ γε ἠξίωσα, συμβουλεύσατέ μοι. ὡς ἐγὼ βουλόμενος ὑμῖν ἀρέσκειν πάντα τρόπον ἀπορῶν. νῦν γὰρ ἐὰν ἅπτωμαι τοῦ πράγματος καὶ σπουδάζω γίγνεσθαι τὸ ἔργον, τυραννεῖν μέ φασί τινες καὶ κατασκάπτειν τὴν πόλιν καὶ τὰ ἱερὰ πάντα. δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς καὶ τοὺς ἀνδριάντας ἐκ τοῦ μυδῶνος ἐρρυσάμην, καὶ νῦν ἐν τῷ φανερωτάτῳ κεῖνται τῆς πόλεως. ἐὰν δὲ τὴν ἡσυχίαν ἄγω, μὴ βουλόμενος μηδένα στένειν μηδὲ προσκρούειν μηδενί, βοᾶτε ὑμεῖς, Γιγνέσθω τὸ ἔργον ἢ καθαιρείσθω τὸ γεγονός· ὥσπερ ἐμοὶ τοῦτο προφέροντες καὶ ὀνειδίζοντες.