15
οὐδὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον ἢ χύτρας χρυσῆς ἢ τῆς πλατάνου τῆς ἐν Πέρσαις. πόλεως δὲ ὄφελος οὐδὲν εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια· ἵνα ὥσπερ ἐπὶ τῶν εὐγενῶν πώλων καὶ τῶν σκυλάκων τὸ ἐσόμενον μέγεθος εἰκάζουσιν οἱ ὁρῶντες, ἐὰν ᾖ τὰ κῶλα ὑψηλὰ καὶ μεγάλα, ἐὰν δὲ ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μενεῖν τοιαῦτα, οὕτως ἔχῃ καὶ περὶ τὴν ἡμετέραν πόλιν.
16
ἀλλὰ τί μοι περὶ τούτων νῦν λέγειν; καλῶς μέ τις ἀηδόνα ἔφη τῶν σοφιστῶν, λοιδορῆσαι βουλόμενος· διὰ τοῦτο, ἐμοὶ δοκεῖν, ὅτι καὶ τὴν ἀηδόνα γλώσσαργόν φασιν οἱ ποιηταί. ἴσως δ’ ἂν ὅμοιος εἴην τοῖς τέττιξι· καὶ γὰρ ἐκεῖνοι πρὸς τὸν ἥλιον διψῶντες ᾅδουσιν ὑπὸ ἀνοίας οὐδὲν ὠφελούμενοι. πλὴν τοσοῦτό γε μόνον, οὐκ ἄξιον ἴσως παραλιπεῖν περὶ τῶν μνημάτων καὶ τῶν ἱερῶν, ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου· πολὺ γὰρ ἐλάττω τόπον ἐποίουν τοῦ παρ’ ἡμῖν, ὧν ἡ πόλις ἓξ καὶ τριάκοντα σταδίων ἐστὶ τὸ μῆκος καὶ στοὰς ἑκατέρωθεν πεποιήκασιν· οὐδὲ τοὺς Ταρσεῖς οὐδὲ νῦν Νικομηδεῖς, οἳ ἐψηφίσαντο τὰ μνήματα μεταίρειν.