6
τί οὖν; πάλαι τις ἤδη κάθηται λέγων, σὺ πρὸς Ὅμηρον καὶ Πυθαγόραν καὶ Ζήνωνα παραβάλλεις αὑτόν; Μὰ Δἴ οὐκ ἔγωγε, πλὴν ὅτι πᾶσι τοῖς φιλοσόφοις ἔδοξε χαλεπὸς ἐν τῇ πατρίδι ὁ βίος. ἐπεὶ τί οἴεσθε; οὐχὶ φιλεῖν τὰς πατρίδας; ἀλλὰ τὸν Ὅμηρον ὑπὲρ μὲν Ὀδυσσέως ὀδύρεσθαι καὶ φάσκειν αὐτὸν ἐθέλειν τὸν καπνὸν ἰδόντα τὸν ἐκ τῆς Ἰθάκης παραχρῆμα ἀποθανεῖν, αὐτὸν δὲ μὴ στέργειν τὴν αὑτοῦ πόλιν, ἀλλ’ οὐ τὸν οἰκεῖον ἔρωτα καὶ τὴν ἐπιθυμίαν ὁμολογεῖν, ἣν εἶχε τῆς πατρίδος, ἐπ’ ὀνόματι τοῦ Ὀδυσσέως;
7
ὃς δὲ πάντα τὸν χρόνον ἔμεινεν ἐν τῇ πατρίδι, πράττων ὅ,τι δοκοίη τοῖς πολίταις καὶ τοῖς νόμοις, εἰ μέν τι μέγα ὤνησε τοὺς Ἀθηναίους, οὐκ ἔχω εἰπεῖν· τὴν δὲ βλάβην ἐπίσταμαι τὴν γενομένην αὐτοῖς. ἔτι γὰρ νῦν ὀνειδίζονται περὶ Σωκράτους, ὡς οὔτε δικαίως οὔτε ὁσίως τῷ ἀνδρὶ προσενεχθέντες, καὶ πάντων αὐτοῖς τῶν ὕστερον γενομένων κακῶν ταύτην φασὶ συμβῆναι τὴν αἰτίαν.
8
ταῦτα μὲν ἀκηκόατε ἄλλως παρὰ ἀνθρώπου πλάνητος καὶ ἀδολέσχου. ὃ δ’ οὖν ἔφην, παραιτοῦμαι ὑμᾶς μηδένα ἀπαιτεῖν ἐν τῷ παρόντι παρ’ ἐμοῦ λόγον μεγαλόφρονα καὶ σοφόν, ἀλλ’ ἰδιωτικὸν καὶ φαῦλον, ὁποῖα καὶ τὰ πράγματά ἐστιν. εὖ δ’ ἴστε, ὥσπερ προειλόμην σιγᾶν, ἀφ’ οὗ νῦν ἧκον, οὐκ ἂν ἐφθεγξάμην, εἰ μή τι ἀναγκαῖον συμβεβήκει. ἐγὼ γὰρ ἡψάμην πράγματος, ὅ μοι πολλῶν τῷ ὄντι πραγμάτων αἴτιον γέγονε καὶ θαυμαστῆς ἀηδίας. ὥστε πρότερον μὲν οὐκ ᾔδειν τὸ τῶν Θετταλῶν τί ποτέ ἐστι τὸ ἐφ’ αὑτὰς τὴν σελήνην κατάγειν, νῦν δὲ ἐπιμελῶς ἔγνωκα.