13
εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἢ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐδὲ ἐν τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς ἡ φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρις, δι’ ἣν ἀπετράπητε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν· οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν, ὅταν βούλησθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν.
14
καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ἢ ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας ʽλέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδἐ ἀλλ̓ ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε ἄν. τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορὰς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ τοὺς μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἄν βούλησθε, σωφρονούντων τε ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.
(30)ΔΗΜΗΓΟΡΙΑ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.