10
τί οὖν; ἐπὶ δύο ἡμέρας ἢ τρεῖς γιγνομένης τῆς χειροτονίας ἐξῆλθον οὐδ’ ἔμελλον παρατυχὼν τοῖς γεγονόσιν οὐδένα ἔχειν χρεώστην οὐδὲ συνωμότην οὐδὲ ἐμοὶ χάριν ὀφείλοντα τοῦ πράγματος. ὑμῖν γάρ, οὐκ ἐμαυτῷ, τοὺς βουλευτὰς ᾐτησάμην. καὶ τοίνυν διοικήσεως νῦν πρῶτον ἀχθείσης πολλὰ ὑπὸ πολλῶν ἠδικημένος, ὥσπερ εἰκός ἐστι τὸν ἐλθόντα μετὰ τοσαῦτα ἔτη φυγῆς, καὶ πρὸς ἐνίους οὐδὲ δικῶν μοι δέον, ἀλλὰ μᾶλλον εἰπεῖν καὶ μνησθῆναι περὶ τῶν κατεχομένων, πρὸς οὐδένα οὔτ’ ἐμνήσθην οὔτε λόγον ἐποιησάμην οὐδένα, τοσούτων μὲν εἰς ἐλευθερίαν ἀφεστηκότων οἰκετῶν, τοσούτων δὲ χρήματα ἀπεστερηκότων, τοσούτων δὲ χωρία κατεχόντων, ἅτε μηδενὸς ὄντος τοῦ κωλύσοντος.
11
οὐ γὰρ δὴ τῷ μὲν Ὀδυσσεῖ πατέρα οἴκοι καταλιπόντι καὶ γυναῖκα ἀγαθὴν καὶ φίλους συνέβη καταφρονηθῆναι διὰ τὴν ἀποδημίαν οὕτως ὥςτε τὴν οἰκίαν αὐτοῦ καταλαβόντας ἐνίους ἑστιᾶσθαι καὶ πίνειν καθ’ ἑκάστην τὴν ἡμέραν τὸν οἶνον ἀντλοῦντας καὶ τὰ βοσκήματα ἀποκτιννύντας, καὶ μηδὲ τῆς γυναικὸς ἀπέχεσθαι τελευτῶντας, ἀλλ’ ἄκουσαν βιάζεσθαι γῆμαι καὶ καταλιπεῖν τὸν ἄνδρα καὶ τὴν οἰκίαν, ἐμὲ δὲ οὐκ ἦν εἰκὸς ὑπὸ πολλῶν πολλὰ τοιαῦτα πεπονθέναι, πάντων ἀπεγνωκότων με καὶ μηδενὸς ἔτι σωθήσεσθαι προσδοκῶντος.