2
τὸ δὲ περὶ τούτων καθ’ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν. παρ’ ἄλλοις γὰρ μᾶλλον γιγνώσκεται ταῦτα καὶ τυγχάνει δόξης καὶ τιμῆς τῆς προσηκούσης. παρ’ ὑμῖν δὲ ἂν διεξίω τὸν τῆς φυγῆς χρόνον, οὐκ ὀδύρεσθαί με φήσει τις, πολὺ δὲ μᾶλλον ἀλαζονεύεσθαι. τελευτήσαντος δὲ ἐκείνου καὶ τῆς μεταβολῆς γενομένης ἀνῄειν μὲν πρὸς τὸν βέλτιστον Νέρβαν. ὑπὸ δὲ νόσου χαλεπῆς κατασχεθεὶς ὅλον ἐκεῖνον ἐζημιώθην τὸν καιρόν, ἀφαιρεθεὶς αὐτοκράτορος φιλανθρώπου κἀμὲ ἀγαπῶντος καὶ πάλαι φίλου. καὶ ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, οὐκ ἐφ’ οἷς ἂν εἰς ἐμαυτὸν ἢ τῶν ἐμῶν τινα ἔλαβον, οὐκ ἐπὶ τούτοις ἄχθομαι διαμαρτών, ἀλλ’ ἐφ’ οἷς ὑμῖν καὶ δημοσίᾳ τῇ πόλει παρασχεῖν ἐδυνάμην, ταύτην ἐγὼ μεγάλην ἀριθμῶ βλάβην καὶ ζημίαν.
3
ὧν γὰρ νῦν ἐτύχομεν, τότε ἐξῆν ταῦτα ἔχειν καὶ τῷ παρόντι καιρῷ πρὸς ἑτέρας κεχρῆσθαι δωρεάς. ἐπεὶ δ’ οὖν ὑπῆρξε παρὰ τούτου φιλανθρωπία καὶ σπουδὴ τοσαύτη περὶ ἡμᾶς ὅσην ἐπίστανται μὲν οἱ παρατυχόντες, ἐγὼ δὲ ἂν λέγω νῦν, σφόδρα λυπήσω τινάς· ἴσως δὲ οὐδὲ φανεῖται πιστὸς ὁ λόγος τὸ τηλικαύτης τιμῆς τυγχάνοντα καὶ συνηθείας καὶ φιλίας ἅπαντα ταῦτα ἐᾶσαι καὶ παριδεῖν, ἐπιθυμήσαντα τῆς ἐνταῦθα ταραχῆς καὶ τῆς ἀσχολίας, ἵνα μηδὲν εἴπω πλέον· ὅμως δ’ εἰς οὐδὲν τῶν ἰδίων κατεθέμην τὸν καιρὸν ἐκεῖνον οὐδὲ τὴν τοῦ κρατοῦντος εὔνοιαν οὐδὲ ἀπὸ μέρους, οἷον τὰ τῆς οὐσίας ἐπανορθώσας διεφθαρμένης ἢ προσλαβών τινα ἀρχὴν ἢ δύναμιν, ἀλλ’ ἅπαν ὅσον ποτὲ ἦν εἰς ὑμᾶς ἔτρεψα καὶ μόνον εἶδον τὸ τῆς πόλεως.