69
καὶ τὸ μὲν σῶμα παρούσης αὐτὸ μόνον αἰσθάνεται τῆς ἀλγηδόνος· ἡ ψυχὴ δὲ πρὶν ἢ γενέσθαι τὴν ἀλγηδόνα ἀνιᾶται, πολλάκις δὲ καὶ μὴ μελλούσης γίγνεσθαι διʼ ὀρρωδίαν. θανάτου δὲ σῶμα μὲν οὐδέποτε ᾔσθετο· ψυχὴ δὲ καὶ τούτου συνίησι, καὶ πολλὰ πάσχει ῥυομένη μὲν ἐκ νόσων τὸ σῶμα, ῥυομένη δὲ ἐκ πολέμων, ῥυομένη δὲ ἐκ χειμῶνος, ῥυομένη δὲ ἐκ θαλάσσης. οὕτω πανταχῇ ἐπιπονώτερον ψυχὴ καὶ ταλαιπωρότερον σώματος, ὅμως δὲ θειότερον καὶ βασιλικώτερον.
70
καὶ μὴν τῶν γε ἀνθρώπων πᾶς ἂν ὁμολογήσειεν ὡς ἰσχυρότερον καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός. ἀλλʼ ἐκείναις μὲν τὰ πολλὰ τῶν ἔργων κατʼ οἰκίαν ἐστί, καὶ ἄπειροι μὲν ὡς τὸ πολὺ χειμώνων διατελοῦσιν, ἄπειροι δὲ πολέμων, ἄπειροι δὲ κινδύνων.
71
τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας προσήκει δὲ πλεῖν, ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν. ἀλλʼ οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας.
72
ὅσοι δʼ αὖ διʼ ἀσθένειάν τε καὶ μαλακίαν ἐζήλωσαν τὸν ἐκείνων βίον, ὥσπερ Σαρδανάπαλλος, διαβόητοι μέχρι νῦν εἰσιν ἐπὶ τοῖς αἰσχροῖς.
73
τὸ δὲ μέγιστον, ὁρᾷς τὸν ἥλιον, πόσῳ μὲν τῶν ἀνθρώπων ὑπερέχει μακαριότητι θεὸς ὤν· ὅτι δὲ οὐκ ἀναίνεται διʼ αἰῶνος ἡμῖν ὑπουργῶν καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας πράττων ἅπαντα.