11
διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους. ἡ δ᾽ ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία τις, ὡς ἔοικεν· Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν μήτ’ ἐν θυσίαις μήτ’ ἐν ὕμνοις, καταλύων τὰς πατρίους ἑορτάς, ἀναπείσας δὲ ἡγεμόνα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσους ἂν δύνηται πλείστους, ἐνίους δὲ καὶ ἀποκτεῖναι, παρασχὼν ἀνάγκην αὐτοῖς ἑκουσίως ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτας ὄντας φυγεῖν μηδὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα· συμπράττων δὲ καὶ νῦν ἅπαντα· τῷ τυραννήσαντι τοῦ ἔθνους, καὶ ὅπως ἐκεῖνος καλῶς ἀγωνιεῖται καὶ κατὰ κράτος παραλήψεται τὰς πόλεις καὶ τοὺς δήμους κατασκευάζων, ὅσον ἐστὶν ἐπ’ αὐτῷ κατασκευάζειν·
12
διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸς ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν, ἅ αἰσχύνομαι καθ̓ ἕκαστον λέγειν· πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας καὶ τρυφῆς καὶ ἀπιστίας· δεκάζων δὲ τὸ πλῆθος, ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται. φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ὦ ἄνδρες Προυσαεῖς, κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου· καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.
(27)ΦΙΛΟΦΡΟΝΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ ΕΙΣΗΓΟΥΜΕΝΗΝ ΑΥΤΩΙ ΤΙΜΑΣ.