2
καὶ τοῦτο εἶπον οὐκ ἀλαζονευόμενος ἄλλως, ʽαὐτοὶ γὰρ ἴστε οὐδεπώποτε ὑπὲρ τούτων μνησθέντα με ἐν τοσούτοις λόγοις, οὓς εἴρηκα ἐν ὑμῖν’ ἀλλ̓ ἀμυνόμενος τοὺς ἐμοὶ καὶ ὑμῖν βασκαίνοντας, ἵνα, ἐὰν μὲν δυνατὸν ᾖ, διαρραγῶσιν, ὃ τῇ πόλει πάσῃ βέλτιστόν ἐστιν· εἰ δὲ μή, ἀλλ̓ οὖν ὀδυνηθῶσιν. ὅτι δὲ οἱ αὐτοὶ πρὸς ἐμὲ ἀηδῶς ἔχουσι καὶ πρὸς τὴν πόλιν αὐτοὶ μάρτυρές ἐστε, ἐὰν θέλητε μεμνῆσθαι καὶ τῶν φιλούντων ὑμᾶς καὶ τῶν μισούντων. καίτοι ἐπιεικέστερον ἐμοὶ χρῶνται ἢ ὑμῖν. ἐμοῦ μὲν γὰρ ἐνθάδε κατηγοροῦσιν, ὑμῶν δὲ ἐπὶ τοῦ βήματος. ἐὰν οὖν Ἑλληνικοῖς, ὥσπερ εἴωθα, φαίνωμαι παραδείγμασι χρώμενος, μὴ καταγελάσητε.
3
οὐ γὰρ καταφρονῶ τῆς πατρίδος, οὐδὲ ἀδυνάτους ὑμᾶς νομίζω αὐτοὺς συνιέναι τὰ τοιαῦτα, οὐδὲ ἀπαίδευτον νομίζω οὔτε τὸν δῆμον οὔτε τὴν βουλήν. μάλιστα μὲν οὖν ὑμᾶς βούλομαι τὸ ἦθος Ἑλληνικὸν ἔχειν καὶ μήτε ἀχαρίστους μήτε ἀξυνέτους εἶναι· εἰ δὲ μή, λόγων γε τοιούτων ἀκούειν οὐ χεῖρόν ἐστιν, ἐξ ὧν μοι δοκεῖτε καὶ τοῖς ἤθεσιν ἀμείνους ἂν γενέσθαι.