4
μὴ ἄρα κἀμὲ ἀναγκάζουσιν ἑκάστοτε λέγειν, οὐδὲν δεόμενοι τῶν λόγων, ἀλλ’ ἑτέρου τινός. οὐδὲ γὰρ ἐκεῖνο δύναμαι ὑπονοῆσαι, ὅτι ἀγνοοῦντες δὴ καὶ ἀνήκοοι ὄντες ἐσπουδάκασιν, ὥσπερ ἀμέλει πολλοὶ πολλῶν διὰ τὴν ἄγνοιαν ἐπιθυμοῦσιν. πάντες γάρ, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ἐμοὺς λόγους ἐπίστανται καὶ διαφέρουσιν αὐτοὺς ἄλλοι ἀλλαχοῦ, ὥσπερ τὰ φαῦλα ᾅσματα οἱ παῖδες ἐν ταῖς πόλεσιν ᾅδουσι τὸ πρὸς ἑσπέραν· καὶ τοὺς ἐμοὺς λόγους σχεδὸν πάντες ἀλλήλοις ἀπαγγέλλουσιν, οὐχ ὅπως ἐρρήθησαν,
5
ἀλλ’ ἔτι βελτίους ποιήσαντες κατὰ τὴν αὑτῶν δύναμιν, οἱ μὲν ἑκόντες ἐπανορθούμενοι καὶ δῆλον ὅτι αἰσχυνόμενοι τὸ μεμνῆσθαι τοιούτων ἀλλάττοντες καὶ μετατιθέντες πολλὰ καὶ κρείττονα, οἱ δὲ ἴσως καὶ ἄκοντες διὰ τὸ μὴ σφόδρα μεμνῆσθαι· ὥστε οὐκέτι ὀβολοῦ, καθάπερ εἶπέ τις, εὔπορον ἐκ τῆς ἀγορᾶς πρίασθαι τὴν ἐμὴν σοφίαν, ἀλλὰ κύψαντα ἀνελέσθαι χαμᾶθεν. σχεδὸν οὖν παραπλήσιον πεπόνθασιν οἱ ἐμοὶ λόγοι τῷ κεράμῳ τῷ Τενεδίῳ· καὶ γὰρ ἐκεῖθεν πᾶς μὲν ὁ παραπλέων ἐμβάλλεται κέραμον, οὐδεὶς δὲ ὑγιῆ διακομίζει ῥᾳδίως, ἀλλὰ οἱ πολλοὶ σαθρὸν ποιήσαντες ἢ συντρίψαντες ὄστρακα ἔχοντες λανθάνουσιν αὑτούς.
(26)ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
1
Λυδῷ, φασί, πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. οὐκοῦν ὁ μὲν Λυδὸς δικαίως πράγματα εἶχεν αὐτὸς ἐπιθυμήσας, ἐγὼ δὲ οὐκ ἐπιθυμῶν πράγματα ἔχω δι’ οὐδὲν ἕτερον ὑπὸ ἀνθρώπων ἀδυνάτων καὶ φθονερῶν ἢ ὅτι δοκῶ στέργειν ὑμᾶς καὶ τὰ μὲν εὖ πεποίηκα τὴν πατρίδα, ταῖς πρώταις ἴσην αὐτὴν ἀποδείξας τιμῆς ἕνεκα, τὸ δὲ ποιήσω θεοῦ διδόντος.