65
μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖσνηχομένοις· ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾶν πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν· ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες.
66
ἔν γε μὴν τῷ στρατεύεσθαι τῶν μὲν στρατιωτῶνἕκαστος αὑτῷ μόνῳ ἐπιμελεῖται καὶ ὅπλων καὶ τροφῆς, καὶ ταῦτα οὐ πορίζων, ἀλλʼ ἕτοιμα ἀξιῶν ἔχειν· μόνης δὲ φροντίζει τῆς ὑγιείας τῆς ἑαυτοῦ, μόνης δὲ τῆς σωτηρίας.
67
τῷ στρατηγῷ δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν, ἀλλὰ καὶ τὰς τῶν ἵππων· ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια, πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς νοσῶν· σωτηρίαν γε μὴν τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ. καὶ γὰρ δὴ νικᾶν μὲν ἀδύνατον ἄνευ σωτηρίας τῶν στρατιωτῶν· ὑπὲρ δὲ τῆς νίκης πολλοὶ τῶν ἀγαθῶν καὶ ἀποθνήσκειν αἱροῦνται.
68
πάλιν δὲκαθʼ ἕκαστον ἡμῶν τὸ μὲν σῶμα, ἅτε ἀνόητον, οὐδὲ αὑτῷ βοηθεῖν ἱκανόν ἐστιν οὐδὲ ὑπὲρ αὑτοῦ φροντίζειν πέφυκεν, ὅ γε τῆς ψυχῆς ἀπολιπούσης οὐδὲ ὀλίγον δύναται διαμένειν, ἀλλὰ παραχρῆμα λύεται καὶ ἀπόλλυται· ἡ ψυχὴ δὲ ὑπὲρ ἐκείνου πάσας μὲν φροντίδας φροντίζει, πάσας δὲ ἐπινοίας σκύλλει καὶ πολλὰ μὲν ἀνιᾶται λυπουμένη.