4
τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι. πυνθάνομαι δὲ αὐτῶν, εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παῤ αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν δι’ αὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον. ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας, οὐκ ἂν γένοιτο ὅσιος οὐδὲ πρὸς τοὺς θεμένους αὐτόν.
5
ὁ δὲ τοὺς γεννήσαντας ἀγαπῶν οὐδέποτ’ ἂν ἀμελήσειε τῶν χάριτι γονέων γενομένων. τὸ μὲν γὰρ τῆς φύσεως αὐτόματόν ἐστι, τὸ δὲ τῆς χάριτος ἑκούσιον. εἰμὶ μὲν οὖν πολίτης ἑκατέρων· ἀλλ̓ ἐκείνοις μὲν οὐ δεῖ με περὶ τούτου χάριν εἰδέναι, ὑμᾶς δὲ ὡς εὐεργέτας ἀμείβεσθαι δίκαιον. διὰ γὰρ τὴν ὑμετέραν εὔνοιαν καὶ δωρεὰν μετέχω τῆς πόλεως. ἀλλ’ ὅσοι μὲν αὐτοὶ πολῖται γεγόνασι, τούτοις μόνον ὑπάρχει φιλάνθρωπον τὸ τῆς δωρεᾶς, τὸ δὲ τῆς φύσεως ἀναγκαῖον οὐ πρόσεστιν. ἐμοὶ δὲ ἀμφοτέρων μέτεστιν·
6
ὁ μὲν γὰρ πάππος ὁ ἐμὸς μετὰ τῆς μητρὸς τῆς ἐμῆς παρὰ τοῦ τότε αὐτοκράτορος φίλου ὄντος ἅμα τῆς Ῥωμαίων πολιτείας καὶ τῆς ὑμετέρας ἔτυχεν, ὁ δὲ πατὴρ παρ’ ὑμῶν· ὥστε καὶ χάριτι καὶ γένει πολίτης ὑμέτερός εἰμι. τὸ γὰρ ἀπωτέρω δυοῖν βαθμοῖν ζητεῖν τὸ γένος οὐδαμῶς ἐπιεικές. οὐδεὶς γὰρ οὕτω τό γε ἀληθὲς ἐξ οὐδεμιᾶς εὑρεθήσεται πόλεως. καὶ μὴν τῶν γε ἐμῶν τέκνων ἥδε πατρίς ἐστι μᾶλλον. τὸ μὲν οὖν ἀναγκαῖον συνακολουθεῖν τὰ τέκνα τῷ πατρί· πολὺ δὲ ἥδιον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι.